1

1

De trinitate

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ Μίαν φύσιν δόξατε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν θεότητα, καὶ τρεῖς ταύτας τὰς ὑποστάσεις, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, καθὼς καὶ βεβαπτίσμεθα. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μίαν μὲν φύσιν, ὅτι τὸ πλείους δοξάζειν καὶ κατατέμνειν εἰς πολλοὺς θεοὺς τὴν μίαν θεότητα τῶν Ἑλλήνων ἐστί· τρεῖς δὲ ὑποστάσεις, ἤτουν πρόσωπα, ἵνα μὴ σχῇ χώραν τῶν Ἰουδαίων ἡ δόξα, καὶ ἵνα μὴ ἄγονος ᾖ καὶ ἄλογος ὁ Πατὴρ, ἐξ οὗ πᾶσα πατριά· καὶ ὁ Λόγος τοῦ ἡμετέρου λόγου ἐνδεέστερος, μὴ ἔχων Πνεῦμα· καὶ ἵνα τὸ τέλειον ᾖ ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι. Καὶ γὰρ τὴν εἰκόνα τοῦ ἐν ἡμῖν νοῦ, λόγου τε καὶ πνεύματος, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα. Πνεῦμα δὲ ἀκούων, ἅγιον ἐνυπόστατον νόει. Ἡμῶν μὲν φθαρτῶν ὄντων, καὶ τὸ πνεῦμα λυό μενον· τοῦ δὲ ἀθανάτου πάντως τὸ πνεῦμα ἀθάνατον, ὡς οὐσία τις ἐνυπόστατος. Μία οὖν ἐστι τῶν τριῶν ὑποστάσεων φύσις, ἡ θεότης, καὶ μία θέλησις, καὶ μία ἐνέργεια, μία δύναμις, ἓν βούλημά τε καὶ κίνημα, καὶ ἔξαλμα τῆς λαμπρότητος τῶν τριῶν. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα, εἷς τὰ τρία· Θεὸς τέλειος ὁ Πατὴρ, τέλειος ὁ Υἱὸς, τέλειος τὸ Πνεῦμα τὸ ἅγιον· τῆς αὐτῆς τιμῆς, τῆς αὐτῆς ἐξουσίας. ∆ημιουργὰ τῶν ὄντων ἁπάντων, καὶ συνεκτικὰ, καὶ προνοητικὰ, ὁμοίως πάντα τοῖς τρισὶ, καὶ ἀπαραλλάκτως καὶ ταὐτῶς, ὅσα τοῦ εἶναι, καὶ ὅσα τοῦ τι μὴ εἶναι, καὶ ὅσα τοῦ πῶς ἔχει πρὸς τὰ κτιστὰ, καὶ ὅσα τῆς ἐνεργείας, καὶ ὅσα τῆς δυνάμεως, ὅσα τῆς ἀϊδιότητος, καὶ ὅσα καθ' ὑπεροχὴν, ἢ κατ' αἰτίαν εἶναι λέγεται. Οἷον τὸ εἶναι ταυτὸν, τὸ ἀσώματον εἶναι τὸν ἀκατάληπτον, τὸ βασιλεύειν, τὸ δημιουργεῖν, τὸ θεοῦν, τὸ δύνασθαι, τὸ ἀΐδιον εἶναι, 28.1605 τὸ ἀρχὴν εἶναι ὑπεράρχιον, τὸ οὐσίαν εἶναι ὑπερ ούσιον, τὸ φῶς λέγεσθαι. Τὸ δὲ σκότος τὰ συμβολικῶς λεγόμενα, οἷον θυμοῦσθαι καὶ ὀργίζεσθαι, ὑπνοῦν καὶ ἐγρηγορέναι. Ταῦτα πάντα τῇ μιᾷ φύσει προσ αρμόζοντες, οὐκ ἐκ τῶν κατ' αὐτὴν δηλοῦμεν, ἢ νοοῦμεν αὐτὴν, ἀλλ' ἐκ τῶν περὶ αὐτήν. Μίαν δ' οὖν τὴν φύσιν εἰδότες τῶν τριῶν ὑποστάσεων, οὐδενὶ τῶν ἄλλων διαφερουσῶν ἢ ταῖς ἰδιότησι ταύταις, τὸ γεννᾷν λέγω καὶ τὸ γεννᾶσθαι, καὶ τὸ ἐκπορεύεσθαι, καὶ ὅτι τὸ μὲν Πατὴρ, τὸ δὲ Υἱὸς, τὸ δὲ Πνεῦμα· καὶ ὅτι ὁ μὲν Πατὴρ γεννήτωρ καὶ προβολεὺς, γεννήτωρ μὲν τοῦ Υἱοῦ, προβολεὺς δὲ τοῦ Πνεύματος· ὁ δὲ Υἱὸς γέννημα, τὸ δὲ Πνεῦμα πρόβλημα. Καὶ ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς διὰ δύο νν, τὸ δὲ Πνεῦμα ἐκπορευτόν. Καὶ ὁ μὲν Πατὴρ αἴτιος, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα αἰτιατά. Καὶ ὁ μὲν Πατὴρ προβολεὺς, ὁ δὲ Υἱὸς Υἱὸς μόνον, καὶ τὸ Πνεῦμα ἐκπο ρευόμενον· οὐ γὰρ ἐξίστανται τῶν ἰδιοτήτων, οὔτε ὁ Πατὴρ τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς, οὔτε τὸ Πνεῦμα τοῦ εἶναι Πνεῦμα, ἀλλ' ἡ μὲν οὐσία κοινὴ, μία τῶν τριῶν ἡ θεότης, ὡσπεροῦν φῶτα τρία ἀλλήλοις ἑνούμενα καὶ οὐ συγχεόμενα. Ταῦτα μὲν ἱκανὰ εἰδέναι περὶ τὴν θεολογίαν. Τέλος καὶ τῷ Θεῷ χάρις.