1

 2

 3

 4

 5

1

Didascalia cccxviii patrum Nicaenorum

Πίστις τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ· καὶ διδασκαλία πάνυ θαυμαστὴ καὶ σωτήριος περὶ τῆς

ἁγίας Τριάδος. -Εὐλόγησον. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντο κράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τοῦτ' ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτη ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέ ρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν· ὅτι ἐξ οὐκ ὄντων ἢ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως φάσκοντας εἶναι τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον Υἱὸν τοῦ Θεοῦ· τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία ἀπὸ τῆς ἁγίας ταύτης πίστεως τῆς ἐν Νικαίᾳ, τῆς ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πρὸς φωτισμὸν τῶν ψυχῶν, καὶ εἰς τὸ γνῶναι τίς ἡ αἰτία ἑκάστης ῥή σεως τῶν ἐν αὐτῇ ὁμολογησάντων ἐπισκόπων, τὸν ἀριθμὸν τριακοσίων ὀκτὼ καὶ δέκα, μᾶλλον δὲ οἰκου μενικῆς οὔσης συνόδου. Ἔτι δὲ ἀκολούθως τῇ προγεγραμμένῃ πίστει, ἀναθεματίζομεν τὴν Σαβελλίου πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι Πατέρα καὶ 28.1638 Υἱὸν καὶ ἅγιον Πνεῦμα· σφάλλονται γάρ· ἀτελεῖς εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· ὡς ὅτι ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱός· ὁμοίως καὶ τὸ ἅγιον Πνεῦμα· ὡς εἶναί φησιν ἓν πρόσωπον· τρία δὲ ὀνόματα. Ταῦτα γὰρ ἀλλότρια τῆς ὀρθοδόξου πίστεως τυγχάνει· Πατέρα γὰρ οἴδαμεν τέλειον Θεὸν, ὁμοίως καὶ Υἱὸν τέλειον, ὡσαύτως καὶ Πνεῦμα ἅγιον· μίαν βασιλείαν, μίαν οὐσίαν, καὶ μίαν θεότητα. Ἔτι δὲ ἀναθεμα τίζομεν τὴν Φωτεινοῦ πίστιν, τὴν λέγουσαν, ἀπὸ Μα ρίας καὶ ὧδε εἶναι τὸν Υἱόν· καὶ μὴ εἶναι αὐτὸν πρὸ τούτου· ἀλλὰ προωρικῶς λέγεσθαι ἐν ταῖς Γραφαῖς· ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν κατὰ τὴν θεότητα. Ταῦτα δὲ ἀλλότρια καθολικῆς πίστεως οἴδαμεν· ὁ γὰρ Υἱὸς ἀεὶ γεννηθεὶς ὑπῆρχε καὶ ἐν Πατρὶ ἦν, καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς σὺν Πατρί· ἀλλ' ἦν ὁ Πατὴρ, πάντοτε τὸν Υἱὸν ἔχων· ἀδύνατον γὰρ τὸν Πατέρα καλεῖσθαι κατὰ προκοπὴν, ἀλλὰ ἀεὶ Υἱὸς σὺν Πατρὶ, ὡς προείπαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ Θεὸς ἦν ὁ Λόγος· γεννηθεὶς σὺν Πατρὶ, ὡς προγέγραπται. Καὶ ταῦτα μὲν περὶ Πατρὸς καὶ Υἱοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύ ματος οὕτω πιστεύομεν· Πνεῦμα θεῖον, πνεῦμα ἅ γιον, πνεῦμα τέλειον, παράκλητον· λαλῆσαν ἐν νόμῳ καὶ προφήταις, καὶ ἀποστόλοις· καταβὰν ἐπὶ τὸν Ἰορδάνην. Περὶ δὲ τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ οὕτω πιστεύομεν· ὅτι ἀνέλαβεν ἄνθρωπον τέλειον ἐκ τῆς ἁγίας θεοτόκου Μαρίας, διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός· σῶμα δὲ καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ εὐδοκήσει· οὕτως γὰρ ἦλθε τέλειος, σῶσαι τὸν ἄνθρω πον· καὶ ὅτι ἔπαθεν, καὶ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ 28.1639 ἀνέστη· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήφθη· καὶ ἐκάθι σεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀποθεώσας τὸν ἄνθρωπον, ὃν ἔλαβεν· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Εἰ δέ πως προωρικῶς αἱ θεῖαι Γραφαὶ λέγουσιν, αὐτῷ ὥσπερ κτίσματος τὸ κατὰ σάρκα καὶ πλη ροῦσθαι καταλαμβάνομεν. Ἔτι ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας εἶναι ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις. Ἀνεθεματίσθη δὲ καὶ ἐν τοῖς προγε γραμμένοις ἡ ἄθεος πίστις τῶν Ἀρειανῶν, ἐν τῷ πιστεύειν καὶ λέγειν, γεννηθέντα