1

 2

 3

 4

1

Epistula ad Adelphium

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ Α∆ΕΛΦΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙ

ΟΜΟΛΟΓΗΤΗΝ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Ἐντυχόντες τοῖς παρὰ τῆς σῆς θεοσεβείας γραφεῖσι, τὴν μὲν σὴν εἰς Χριστὸν εὐσέβειαν ἀληθῶς ἀπεδεξάμεθα, καὶ τὸν μὲν Θεὸν προηγουμένως ἐδοξάσαμεν, δεδωκότα σοι τὴν τοιαύτην χάριν, ὥστε καὶ τὴν φρόνησιν ἔχειν ὀρθὴν, καὶ μὴ ἀγνοεῖν κατὰ τὸ δυνατὸν τὰς μεθοδείας τοῦ διαβόλου· τὴν δὲ τῶν αἱρετικῶν κακόνοιαν ἐθαυμάσαμεν, θεωροῦντες πῶς τοσοῦτον εἰς ἀσεβείας βάραθρον πεπτώκασιν, ὡς μηκέτι μηδὲ τὰς αἰσθήσεις σώζειν, ἀλλὰ πανταχόθεν διεφθαρμένην ἔχειν τὴν διάνοιαν. Τοῦτο δὲ τὸ ἐπιχείρημα διαβόλου μέν ἐστιν ὑποβολὴ, τῶν δὲ παρανόμων Ἰου δαίων μίμησις. Ὥσπερ γὰρ ἐκεῖνοι, πανταχόθεν ἐλεγχόμενοι, προφάσεις ἐπενόουν καθ' ἑαυτῶν, ἵνα μόνον τὸν Κύριον ἀρνήσωνται, καὶ τὰ προφητευθέντα καθ' ἑαυτῶν ἐπισπάσωνται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι, θεωροῦντες ἑαυτοὺς πανταχόθεν στηλιτευομένους, καὶ βλέποντες γενομένην βδελυκτὴν παρὰ πᾶσι τὴν αἵρεσιν αὐτῶν, ἐφευρεταὶ γίνονται κακῶν, ἵνα μὴ, παυόμενοι ταῖς πρὸς τὴν ἀλήθειαν μάχαις, 26.1073 ἀληθῶς Χριστομάχοι διαμείνωσι. Πόθεν γὰρ αὐτοῖς ἀνέδυ καὶ τοῦτο τὸ κακόν; Πῶς ὅλως τετολμήκασι τὴν καινὴν ταύτην δυσφημίαν φθέγξασθαι κατὰ τοῦ Σωτῆρος; ἀλλ', ὡς ἔοικε, πονηρὸν ὁ ἀσεβὴς, καὶ ἀδό κιμος ὄντως περὶ τὴν πίστιν. Πρότερον γὰρ, ἀρνούμενοι τὴν θεότητα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὑπεκρίνοντο κἂν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπι γινώσκειν· νῦν δὲ, κατ' ὀλίγον ὑποκαταβαίνοντες, ἐξέπεσαν καὶ ταύτης αὐτῶν τῆς οἰήσεως, καὶ παντα χόθεν ἄθεοι γεγόνασιν, ὥστε μήτε Θεὸν αὐτὸν ἐπιγινώσκειν, μήθ' ὅτι ἄνθρωπος γέγονε πιστεύειν. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν τοιαῦτα ἐφθέγξαντο, οἷα ἔγραψεν ἡ σὴ θεοσέβεια κατ' αὐτῶν. Σὺ μὲν οὖν, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινό τατε, πρέποντα τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τῇ εἰς τὸν Κύριον εὐσεβείᾳ πεποίηκας, ἐλέγξας, καὶ παραινέσας καὶ ἐπιτιμήσας τοῖς τοιούτοις· ἐπειδὴ δὲ, παροξυνόμενοι παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ δια βόλου, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, κατὰ τὸ γε γραμμένον, ἀλλὰ ἐν σκότει διαπορεύονται· μανθανέτωσαν παρὰ τῆς σῆς εὐλαβείας, ὡς ἡ τοιαύτη αὐτῶν κακόνοια Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Μανιχαίου ἐστίν· ὧν οἱ μὲν ἀντὶ ἀληθείας δόκησιν εἰσηγήσαντο, οἱ δὲ διαιροῦντες τὰ ἀδιαίρετα ἠρνήσαντο τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνω σεν ἐν ἡμῖν. ∆ιὰ τί οὖν, τὰ τούτων φρονοῦντες, οὐχὶ καὶ τῶν ὀνομάτων αὐτῶν γίνονται κληρονόμοι; Εὔλογον γὰρ ὧν τὴν κακοδοξίαν ἔχουσι, τούτων ἔχειν καὶ τὰ ὀνόματα, ἵνα λοιπὸν Οὐαλεντινιανοὶ καὶ Μαρκιωνισταὶ καὶ Μανιχαῖοι καλῶνται. Τάχα κἂν οὕτως διὰ τὴν τῶν ὀνομάτων δυσωδίαν αἰσχυνόμενοι κατανοῆσαι δυνηθῶσιν, εἰς ὅσον βάθος ἀσεβείας πε πτώκασι. Καὶ ἦν μὲν δίκαιον μηκέτι τούτοις ἀποκρί νασθαι, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικήν· Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νου θεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦ τος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος· μάλιστα ὅτι καὶ ὁ προφήτης περὶ τῶν τοιούτων φησίν· Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει· ἐπειδὴ δὲ κατὰ τὸν ἡγούμενον αὐ τῶν περιέρχονται καὶ αὐτοὶ, ὡς λέοντες, ζητοῦντες τίνα καταπίωσι τῶν ἀκεραίων· τούτου ἕνεκεν ἀναγκαῖον γέγονεν ἡμῖν τῇ σῇ εὐλαβείᾳ ἀντιγράψαι, ἵνα, πάλιν διὰ τῆς σῆς νουθεσίας μαθόντες οἱ ἀδελφοὶ, καταγινώσκωσιν ἐπὶ πλεῖον τῆς ἐκείνων ματαιολογίας. Οὐ κτίσμα προσκυνοῦμεν· μὴ γένοιτο! Ἐθνι κῶν γὰρ καὶ Ἀρειανῶν ἡ