1

 2

1

Epistula ad Amun

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΜΜΟΥΝ ΜΟΝΑΖΟΝΤΑ

Α Περὶ γονορρυοῦς.

Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ θεοῦ ποιήματα· οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ θεοῦ πεποίηκε λόγος· «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις» κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη, καὶ τοὺς ἀκεραιοτέρους τῇ γνώμῃ παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογι σμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέ 64 ρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν τῇ τοῦ σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. «Πάντα μὲν γὰρ καθαρὰ τοῖς κα θαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται». Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περφθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τῷ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἔνεδρα μᾶλλον ἢ δοκιμασία· ἵνα γὰρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀ σκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦ το, τοιαῦτά τινα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρή σιμον, κενὰς δὲ ζητήσεις καὶ φλυα ρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι ὦ ἀγαπητὲ καὶ εὐλαβέστα τε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἔκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιῆσαι ἔγκλημα καὶ τὰς διὰ ῥινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ στόματος πτύσματα· ἔτι δὲ καὶ τού των ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκε. 65 Ἔτι τε «εἰ τῶν τοῦ θεοῦ χειρῶν ἔργον εἶναι πιστεύομεν τὸν ἄνθρωπον», κατὰ τὰς θείας γραφάς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ «γένος τοῦ θεοῦ ὑπάρχομεν», κατὰ τὰς θείας τῶν ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον· τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργα ζόμεθα· ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ' ἐπειδή περ οἱ θέλοντες μόνον ἀντιλέγειν τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι «οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα», ἀναγκαίως καὶ ταύτην αὐτῶν τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ τὰς γραφὰς κατὰ τὰς ἰδίας ἀμαθίας, 66 ἀστήρικτοι ὄντες, βιάζονται· ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπά την δημοσιεύων, φησὶ «μὴ τὰ εἰ σερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα»· εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα, «τὰ ἀπὸ καρδίας»· ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημά των γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος, αὐτὸ δεδιδαγμένος, φησί· «Βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ»· φαίη δ' ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παραστήσει πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔξωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζῴῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι κατὰ τῶν ἐν ἡμῖν ἑκάστῳ μελῶν τρεφομένων τὸ περιττὸν ἀ 67 ποπέμπειν· οἷον, κεφαλῆς περιττώματα, τρίχες, καὶ τὰ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα καὶ γαστρὸς διαχωρήματα, καὶ τοίνυν τῶν