1

 2

1

Epistula ad Jovianum

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΡΟΣ ΙΩΒΙΑΝΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ.

Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἕξις ἐν χειρὶ Θεοῦ. Θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς Ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτοις τῷ Κυρίῳ, ἐβουλευσάμεθα μᾶλλον πάντων τὴν παρὰ τῶν Πατέρων ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ὑπομνῆσαι τὴν σὴν εὐσέβειαν. Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ Ἀρειανῇ αἱρέ 26.816 σει· αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν γὰρ ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον πίστις φανερὰ πᾶσι καθέστηκεν, ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη. Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτύρησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ· καὶ ἔμεινεν ἂν ἡ πίστις ἀβλαβὴς διὰ παντὸς, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην, καὶ ἀσέβειαν κατ' αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Πολλοὺς δὲ τούτοις ἠπάτησαν τοῖς λόγοις, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ βλασφημίᾳ· καίτοι φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον, ἀνεθεμάτισαν· τὴν δὲ τῆς καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε, ταύτης πανταχοῦ κηρυττομένης, ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. Ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν Ἐκκλησίαν ἀδόλως γινωσκομένη τε καὶ κηρυττομένη· ἀλλ' ἐπειδὴ νῦν, τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοί τινες, ταύτην μὲν τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν ἐτόλμησαν ἀθετῆσαι, καὶ σχηματίζονται μὲν ὁμολογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐτὸ, καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι· ἀναγκαίως, θεωρήσαντες τὴν τῆς ἐκ τοιαύτης βλασφημίας βλάβην γινομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια ἃ μετὰ πάσης ἀκριβείας γέγραπται, καὶ ὅσον πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες. Γίνωσκε γὰρ, θεοφιλέστατε Αὔγουστε, ὅτι ταῦτα μὲν ἐξ αἰῶνός ἐστι κηρυττόμενα, ταύτην δὲ οἱ ἐν Νικαίᾳ συνελθόντες ὡμολόγησαν Πατέρες, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν, καὶ Βρετανίαν, καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πάσης, καὶ ∆αλματίας, ∆ακίας τε καὶ Μυσίας, Μακεδονίας, καὶ πάσης τῆς Ἑλλάδος, καὶ κατὰ τὴν Ἀφρι 26.817 κὴν πᾶσαν, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε, καὶ Λυκίαν, καὶ Ἰσαυρίαν, καὶ αἱ κατ' Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν, καὶ αἱ πλησίον ἡμῶν, καὶ αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. Ἁπάντων γὰρ τῶν προειρημένων καὶ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμματα ἔχομεν. Καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγουστε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν, πάσης τῆς οἰκουμένης τὴν ἀποστολικὴν πίστιν κρατούσης. Ἐκεῖνοι γὰρ, πολλῷ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον ἀνθίστανται νῦν τῇ εὐσεβείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν