1

 2

1

Epistula ad episcopum Persarum

28.1565 Ἀγαπητῷ πάπᾳ, καὶ τῷ ὑπ' αὐτὸν κλήρῳ τοῖς τὴν Περσῶν οἰκοῦσι χώραν, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν.

Ἡ ἁγία θεόπνευστος Γραφὴ τὰς τῶν ἀρχαιοτέρων ἡμῖν διηγεῖται πράξεις, ποδηγοῦσα ἡμᾶς ἐξ αὐτῶν ἐπὶ τὰ χρήσιμα τῶν πρακτέων, βδελυττομένους πᾶν εἶδος πονηρίας καὶ δυσσεβείας. Ἐν γοῦν τοῖς Βασιλείοις φησὶν ἠνομηκέναι τὸν Ἰσραὴλ, καὶ προσκυ νεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἴστε δὲ ὅσον κακὸν, τὸν ∆ημιουργὸν καταλιπόντας καὶ τὴν αὐτῷ ὀφειλομένην δόξαν, προσάπτειν εἰδώλοις καὶ κτίσμασι. Τοῦτο δρασάντων ἐκείνων, ἀφίστησιν ὁ Θεὸς τὴν αὐτοῦ βοήθειαν ἐξ αὐτῶν, καὶ παραδίδονται εἰς δουλείαν τοῖς ὑμετέροις βασιλεῦσιν. Αἰχμάλωτοι δὲ γενόμενοι, καταδικάζονται ὑπὸ Σαλαμανασάρου βασιλέως Ἀσσυρίων οἴκησιν ἀντὶ τῆς αὐτῶν γῆς, Παλαιστίνης φημὶ, τὴν Ἀσσυρίων ἐν Ἀλαὲ καὶ ἐν Ἀμὼρ, ποταμοῖς Γιζὰν, καὶ ὄρη Μήδων. Εἰσάγει ἀντ' αὐτῶν οἴκησιν τὴν Σαμάρειαν, Βαβυλωνίους ἐκ Χουθὰν, καὶ ἀπὸ Αἰὰν, καὶ ἀπὸ Ἐμὰθ, καὶ Σεφαρουὲμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν, οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἦσαν ἀπο κτείνοντες αὐτούς. Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· Τὰ ἔθνη ἃ ἀπῴκισας, καὶ ἀντεκάθησας (sic) ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖ μα (sic) τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλε τοὺς λέοντας εἰς αὐτοὺς, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἐνεστείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέ γων· Ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικείτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς. Καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθι σεν ἐν Βαιθήλ. Καὶ ἦν ὁ ἱερεὺς φωτίζων αὐτοὺς, ὅπως φοβηθῶσι τὸν Κύριον. Καὶ διδαχθέντες οἱ μετοικισθέντες τὸν δεδομένον νόμον τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ ἐφύλαξαν εἰς τέλος· ἀλλ' ἦσαν καὶ τῷ νόμῳ δουλεύοντες ἐκ μέρους καὶ τοῖς ἔθεσι. Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568 πατρῴοις λατρεύοντες εἰς τέλος. Ταῦτα γνόντες, ἀγαπητοὶ, καθαρὰν προσάγωμεν τῷ Θεῷ λατρείαν, μὴ μεμιγμένον ἔχουσαν δυσσεβείας εἶδος, ἀλλ' ἄσπιλον καὶ εὐσεβῆ, ᾗ Θεὸς ἥδεται. Οὐδένα γὰρ ἀποδέχε ται, μᾶλλον δὲ κατακρίνει δυσὶ κυρίοις δουλεύοντα. Ἀποστράφητε τὴν πατροπαράδοτον ὑμῶν εἰδωλολατρείαν, αἱρετικοῖς μὴ συνάπτεσθε. Κρεῖσσον γὰρ τοῖς τοιούτοις μὴ ἐπεγνωκέναι τὴν ἀλήθειαν, ἢ ἐπιγνοῦσιν ἐπὶ τὰ ὀπίσω ἀνακάμψαι. Λεκτέον γὰρ αὐ τοῖς· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ἡμεῖς δὲ οὐχ οὕτως· Εἷς γὰρ Θεὸς ἡμῖν, ἐξ οὗ τὰ πάντα· Τριὰς τελεία, ὁμοούσιος, ἰσοδύναμος, ἰσοκλεής· Πα τὴρ ἡ πάντων τῶν ἀγαθῶν πηγὴ, ἐξ οὗ ὁ Υἱὸς ἐγεννήθη, ἐξ οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται κατὰ τὸ γεγραμμένον· Μία θεότης ἐν τρισὶν ὑποστάσεσι γνω ριζομένη. Ἀλλ' ἐν ἐσχάτοις καιροῖς κατελεήσας τὸ ὠλισθηκὸς εἰς ἀσέβειαν γένος τῶν ἀνθρώπων, τὸ κτισθὲν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τραπὲν εἰς προσκύνησιν τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ὁμοούσιος τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ὁ αὐτὸς ἡμῖν κατὰ τὴν ἀνθρωπότητα· καὶ σαρκοῦται ἐκ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· καὶ ῥυθμίζει τὸν ἡμέτερον βίον, διδάξας πῶς δεῖ βιοῦν διὰ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων διδασκαλίας· καὶ πάσχει τῇ ἰδίᾳ αὐτοῦ σαρκὶ, καὶ σκυλεύσας τὸν ᾅδην, ἀνεβίω τριήμερος, ἀνελήλυθέ τε εἰς οὐρανοὺς, καὶ