Epistula ad monachos
ΤΟΥ ΕΝΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ.
Τοῖς τὸν μονήρη βίον ἀσκοῦσι, καὶ ἐν πίστει Θεοῦ ἱδρυμένοις, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.
26.1188 Εὐχαριστῶ μὲν τῷ Κυρίῳ, τῷ δόντι ὑμῖν εἰς αὐτὸν πιστεῦσαι, ἵνα μετὰ τῶν ἁγίων καὶ ὑμεῖς ἔχητε τὴν ζωὴν τὴν αἰώνιον· ἐπειδὴ δέ εἰσί τινες οἱ τὰ Ἀρείου φρονοῦντες, περιερχόμενοι τὰ μοναστήρια, δι' οὐδὲν ἄλλο εἰ μὴ ἵνα, ὡς πρὸς ὑμᾶς ἐλθόντες καὶ ἀφ' ἡμῶν ὑποστρέφοντες, τοὺς ἀκεραίους ἐξαπατῶσι· τινὲς δέ εἰσιν οἱ διαβεβαιοῦντες μὲν τὰ Ἀρείου μὴ φρονεῖν, συγκαταβαίνοντες δὲ, καὶ μετ' αὐτῶν εὐχόμενοι ἐπὶ τὸ αὐτό· ἀναγκαίως, παρακελευόντων τινῶν εἰλικρινεστάτων ἀδελφῶν, πρὸς ὑμᾶς γράφειν ἐσπούδασα, ἵνα τὴν εὐσεβῆ πίστιν, ἣν ἡ τοῦ Θεοῦ χάρις ἐν ὑμῖν ἐργάζεται, ἀκεραίως καὶ ἀδόλως φυλάττοντες, οὐ μὴ πρόφασιν δῶτε σκανδάλου τοῖς ἀδελφοῖς. Ὅταν γάρ τινες ὑμᾶς τοὺς ἐν Χριστῷ πιστοὺς θεωρήσαντες μετ' αὐτῶν συνερχομένους καὶ κοινωνοῦντας, πάντως ὑπονοήσαντες ἀδιάφορον εἶναι τὸ τοιοῦτον, εἰς τὸν τῆς ἀσεβείας ἐμπεσοῦνται βόρβορον. Ἵν' οὖν μὴ τοῦτο γένηται, θελήσατε, ἀγαπητοὶ, τοὺς μὲν φανερῶς φρονοῦντας τὰ τῆς ἀσεβείας ἀποστρέφεσθαι, τοὺς δὲ νομίζοντας τὰ Ἀρείου μὴ φρονεῖν, κοινωνοῦντας δὲ μετὰ τῶν ἀσεβῶν φυλάττεσθαι· καὶ μάλιστα ὧν τὸ φρόνημα ἀποστρεφόμεθα, τούτους ἀπὸ τῆς κοινωνίας προσήκει φεύγειν. Εἰ δέ τις προσποιεῖται μὲν ὁμολογεῖν ὀρθὴν πίστιν, φαίνεται δὲ κοινωνῶν ἐκείνοις, τὸν τοιοῦτον προτρέψασθε ἀπέχεσθαι τῆς τοιαύτης συνηθείας· καὶ ἐὰν μὲν ἐπαγγέλληται, ἔχετε τὸν τοιοῦτον ὡς ἀδελφόν· ἐὰν δὲ φιλονείκως ἐπιμένῃ, τὸν τοιοῦτον παραιτεῖσθε. Οὕτω γὰρ διατελοῦντες καθαρὰν τὴν πίστιν διατηρήσετε· κἀκεῖνοι βλέποντες ὑμᾶς ὠφεληθήσονται, φοβηθέντες μὴ ἄρα ὡς ἀσεβεῖς καὶ τὰ ἐκείνων φρονοῦντες νομισθῶσιν.
1