Epistula catholica
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ.
Τοῖς κατὰ τόπον ἀδελφοῖς ἀντιποιουμένοις πίστεως καὶ σωτηρίας, καὶ τοῖς κατ' Αἴγυπτον, καὶ Συρίαν, καὶ Κιλικίαν, καὶ Φοινίκην, καὶ Ἀραβίαν, ὀρθοδόξοις ἐπισκόποις, Ἀθανάσιος καὶ οἱ συνεπίσκοποι ἐν Κυρίῳ
χαίρειν.
Ὅσοι τὴν ἀσέβειαν συνορᾶτε τὴν ἐπανισταμένην τῇ εὐσεβείᾳ διά τε φανερῶν κενοφωνιῶν, καὶ δι' ὑποκρίσεων δολερῶν, καὶ διαστάσεων, καὶ θορύβων ἀπρεπῶν, καὶ πληγῶν, καὶ τραυμάτων, καὶ φόνων, ὑπεξελθεῖν, καθάπερ ἀπὸ κλύδωνός τινος εἰς λιμένα, καὶ σώζειν ἑαυτοὺς ὀφείλετε, μήτε τῇ ἀσεβείᾳ συμμιγνύμενοι τῶν ἀθετούντων τὴν μίαν καὶ ἀληθῆ θεότητα τῆς ἁγίας Τριάδος, καὶ ἀπαλλοτριούντων τὸν Υἱὸν τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ χωριζόν των, μήτε ταῖς συγχύσεσιν αὐτῶν καὶ μιαιφονίαις ἀναμιγνύμενοι. Οὕτω γὰρ καὶ ἡμεῖς, ἑαυτοὺς βουλόμενοι σώζειν, καὶ τοὺς πειθομένους ἡμῖν, καὶ ἐκ πλείονος ἤδη χρόνου τὴν προφανῆ ἀσέβειαν τοῦ Ἀρείου διελέγχομεν καὶ τὴν ὑπόκρισιν τῶν ἐπι πλάστοις ῥήμασιν ὑπαγομένων τοὺς ἀφελεστέρους· χωριζόμεθά τε πάσης ἀταξίας αὐτῶν, πενθοῦντες ἐφ' οἷς πράττουσιν, ὅτι τὸ ὄνομα τὸ ἀγαθὸν δυσφημεῖσθαι ποιοῦσι, καὶ βουλόμενοι διατηρηθῆναί πως ἐν ἡμῖν καὶ τοῖς μεθ' ἡμῶν τόν τε τῆς πίστεως καὶ τῆς ἐπιεικοῦς ἀναστροφῆς νόμον. Ἐφ' ἃ καὶ ὑμᾶς πα ρακαλοῦμεν, ὅσοι τε ἤδη τὴν αὐτὴν ἔνστασιν ἐνεστή σασθε, καὶ ὅσοι μηδέπω πρὸς τὸν ζῆλον τοῦτον ἐξ ανέστητε. Ἢ μηδὲ συνήκατε καταλυόμενον διὰ τῶν τοιούτων τὸν Χριστιανισμὸν, καὶ σχήματι δο λερῷ τὸν διάβολον καταπολεμοῦντα τὴν Ἐκκλησίαν, καὶ ὥσπερ ναῦν καταποντίζοντα; Εἰ δὲ καὶ γράφειν ἡμῖν καὶ ἀνακοινοῦσθαι περὶ τῶν τοιούτων βούλεσθε, χαίροντες δεξόμεθα τὴν ὁμοψυχίαν καὶ σύμπνευσιν ὑμῶν, ἀδελφοὶ, καὶ τὰς τῶν εὐχῶν κοινωνίας, εἰ καὶ τῷ τόπῳ διεστήκαμεν· γνωρίζοντες ὑμῖν, ὅτι, εἰ καὶ πολλῷ ἤδη χρόνῳ τὰ τῆς παραφθορᾶς ταύτης ἐπιπολάζει, ἀλλ' οὖν ἔτι καὶ ἐν τοῖς πλείστοις τῶν λαῶν διαμένει τὸ τῆς ἀποστολικῆς πίστεως ἀγα θὸν, καὶ ἐν τοῖς πλείστοις τῶν ἐπισκόπων· εἰ καὶ βίᾳ κατέχουσί τινες τὸν λαὸν καὶ ἑτέροις ῥήμασιν 28.84 ἀπατηλοῖς· καὶ ἐπισκόπων πλῆθος, τὰ μὲν διὰ δέος τῶν ἐν πόλεσιν ἐπιφανεστέρων, τὰ δὲ δι' ἀντι ποίησιν δόξης· καὶ ἃ μὲν φρονοῦσιν, ἀποκρύπτουσιν, ἃ δὲ μὴ φρονοῦσιν ὑποκρίνονται. Ὡς, εἴ γε μὴ τού τοις τοῖς πάθεσι προκατεσχημένοι εἰσὶ, καὶ μόνον ῥηθεῖσαν τὴν ἀλήθειαν ὀλίγοις ῥήμασιν, ἐπιγινώ σκουσιν, ὅτι μήτε ποίημα Θεοῦ Θεὸς καὶ Υἱὸς Θεοῦ εἶναι δύναται, μήτε τὸ Πνεῦμα τὸ ἅγιον ποιήμασιν ἐγκαταριθμεῖται. Θεοῦ τε ἐπιφάνειαν ὑπεδεξάμεθα, καὶ οὐχὶ κτίσματος ἐπιδημίαν· οὐδὲ εἰς δούλου παρ ουσίαν πεπιστεύκαμεν, καὶ θεϊκοῦ Πνεύματος ὑπε δεξάμεθα, δι' οὗ καὶ θεοποιούμεθα, καὶ Θεοῦ ναοὶ καθιστάμεθα. Ταῦτα γὰρ καὶ οὕτω βραχέως λεγό μενα, παντὶ Χριστιανῷ κατάδηλα, ὡς τὴν ἀκριβῆ ἐξ ἀρχῆς κηρυχθεῖσαν ἀλήθειαν σώζουσιν, ἐφ' ᾗ ἐμμένοντες τὰς αἰωνίους ἐλπίδας ἐκδεχόμεθα. Σύμ βολον οὖν τῆς πίστεως ἡμῶν ὁμοούσιος ἡ Τριὰς, Θεὸς ἀληθινὸς, ἐκ Μαρίας γενόμενος ἄνθρωπος. Ὁ δὲ μὴ συντιθέμενος ἀνάθεμα ἔστω. Ταῦτα γὰρ καὶ τὸ τῆς μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ γράμμα βούλε ται· Ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τὸ Πνεῦμα, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ συνδοξάζεσθαι· Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ σεσαρκῶσθαι,
1