Fragmentum sermonis de imaginibus

Fragmentum sermonis de imaginibus

28.709 Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας ἐκ περικοπῆς λόγος περὶ τῶν ἁγίων εἰκόνων.

Οὐχ ὡς θεοὺς, φασὶ, τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί· μὴ γένοιτο! ἀλλὰ μόνον τὴν σχέσιν καὶ τὴν ἀγάπην ἐμφανίζοντες. Ὅθεν πολλάκις, τοῦ χαρακτῆρος λειανθέντος, ὡς ξύλον μένει ἀργόν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ τύπου γίνεται τοῦ σταυροῦ. Ἕως ἂν μὲν εἰσὶ συνεζευγμένα τὰ δύο ξύλα, καὶ σώζῃ τοῦ σταυροῦ τὸν τύπον, ὀρθῶς καὶ ἠκριβωμένως προσκυνῶ τὸν σταυρόν· ἐπὰν δὲ διαιρεθῶσιν ἀπ' ἀλλήλων, καὶ τὸν τύπον τῇ διαιρέσει λύσωσιν, οὐκέτι προσκυνῶ τὰ ἐξ ἀλλήλων διῃρημένα ξύλα. Οὕτω λοιπὸν καὶ διὰ τὸν Χριστὸν προσκυνῶ τὴν εἰκόνα, καὶ διὰ τῆς εἰκόνος τοῦ Χριστοῦ αὐτὸν προσκυνῶ τὸν Χριστόν. Εἰ γὰρ καὶ τοῖς χείλεσί μου οὐ πάρεστι σωματικῶς Χριστὸς, ἀλλ' ὅμως τῇ καρδίᾳ καὶ τῷ νῷ πάρειμι ἐγὼ πνευματικῶς πρὸς τὸν Χριστόν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ὑποδείγματος τοῦ περὶ τὸν σταυρὸν δῆλον. Καὶ μετ' ὀλίγον· Ὁ γὰρ οὕτως ἐγνωκὼς, ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὕτη ἐν τῷ Υἱῷ ἐστι. Καὶ ὁ τοῦτο καταλαβὼν πέπεισται, ὅτι ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ἐν γὰρ τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοῆσαι δυνήσεται· ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι· καὶ ἐν τῷ βασιλεῖ δὴ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτός ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τὴν εἰκόνα ὁρᾷν ἐν αὐτῇ τὸν βασιλέα, καὶ ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλαγῆναι τὴν ὁμοιότητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα εἴποι ἂν ἡ εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ἐγὼ γοῦν ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί· καὶ ὃ βλέπεις ἐν ἐμοὶ, τοῦτο βλέπεις ἐν ἐκείνῳ, καὶ ὁ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο ὁρᾷς ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών.

1