Homilia in occursum domini
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΥΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΘΕΟΥ, ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Τὰ τῆς παρούσης ἱερᾶς πανηγύρεως ἡ εὐαγγελικὴ σάλπιγξ περιηχείτω· καὶ τοὺς τῷ παρθενικῷ τῷδε νυμφῶνι ἐξ εἰλικρινοῦς διανοίας παραστάντας ἡμᾶς ὁ μυστικὸς νυμφοστόλος Λουκᾶς πρὸς τὴν τῶν ἐν αὐτῷ καλῶν κατανόησιν τῷ λόγῳ χειραγωγείτω. Οὐδὲ γὰρ ὅσιον, αὐτοῦ χοροστατοῦντος τὰ κατ' αὐτὴν, ἕτερόν τινα λόγον ἔξωθεν παρεισάγεσθαι, μηδεμίαν μὲν εὐπρέπειαν, οὐκ ὀλίγον δὲ ταύτῃ τὸ αἶσχος περιποιούμενον. Ὡς γὰρ, ἡλίου καθαρῶς ἐπιλάμποντος, ματαίατις ἡ τοῦ λύχνου φαῦσις καὶ ἄχρηστος· οὕτως ἔνθα Λουκᾶς, ἢ ἄλλος τις τῶν εὐαγγελιστῶν ἀπηχήσειε, πᾶς λόγος ἀργὸς, καὶ προσκορὴς, καὶ ἀνόνητος. Λεγέτω δὴ οὗτος τῆς ἑορ τῆς τὰ γνωρίσματα, καὶ δεικνύτω ταύτην μᾶλλον τοῖς φιλεόρτοις ἡμῖν ἢ τοῖς φιλοπολέμοις τὰς πα ρατάξεις αἱ σάλπιγγες. Λέξει δὲ πάντως καὶ δείξει μάλα τρανῶς, ἀκοὴν ἡμῶν ὑποτιθέντων εὐγνώμονα. Καὶ δὴ προσεκτέον, καὶ πάσῃ φυλακῇ τηρητέον, ἵνα μὴ, κατήγορον τὸν συνήγορον καὶ κριτὴν τὸν παν ηγυριστὴν παραφρόνως ἀπεργασάμενοι, μεταμελετῶ μεν ἐπ' ἐσχάτων, πλὴν ἀνωφελῆ καὶ ἀνόνητα. «Ἀνήγαγον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγρα πται ἐν νόμῳ Κυρίου.» Τίς ἂν ἐφίκοιτο λόγος τῶν λεγομένων; Ποῖος νοῦς ἐν περινοίᾳ τοῦ θαύματος περιγένηται; Ποία ἀκοὴ τὸ μεγαλεῖον χωρήσει τοῦ διηγήματος; Ὢ τῶν φοβερῶν ἀκουσμάτων! Ὁ προ 28.976 αιώνιος πρόσφατος· ὑπὸ χρόνον ὁ ἄχρονος· ἐν περι λήψει ὁ ἀπερίληπτος· ὁ ἀΐδιος νήπιος· τὸ μέγιστον, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου καὶ γίνεται καὶ πιστεύεται. Τί τὸ ξένον, τί τὸ παράδοξον; Τίς ἡ τοσαύτη τοῦ Λόγου περὶ ἡμᾶς συγκατάβασις; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τί λέγεις, ὦ τῶν ἱερῶν εὐαγγελιστῶν ἐξοχώτατε καὶ σοφώτατε; Τί λέ γεις, ὦ τῆς οὐρανίας ἐκφαντορίας ἐξηγητὰ καὶ διδάσκαλε; Τί λέγεις, ὦ μυστικὲ λογογράφε τῶν νοη μάτων τοῦ Πνεύματος; Περὶ Θεοῦ διαλέγῃ, καὶ τοπικῆς μεταβάσεως μέμνησαι; Υἱὸν Θεοῦ τὸν ἐκ Παρθένου τεχθέντα βούλει διατρανῶσαι τοῖς πέρασι, καὶ σαρκικοὺς εἰς μέσον παράγεις γονεῖς; Καὶ ἔστιν ὅλως Θεοῦ γονεὺς ἐπὶ τῆς γῆς; Ἢ ἔχει γονεῖς Θεός; Ἢνηπιάζει Θεός; Ἢ βαστάζεται ὑπὸ γονέων Θεός; Τίς ὁ λόγος, τί τὸ μυστήριον; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τίσιν ἄρα παλάμαις· ἀγκάλαις δὲ ποίαις τοῦτον βαστάζοντες; Τὰ χερουβὶμ τρέμει, τὰ σεραφὶμ ἀποστρέφεται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι καταπλήττονται, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν φόβῳ τὰς ὄψεις κατακαλύπτουσι· καὶ σὺ βροτοὺς εἰσάγεις ἐνύλους βαστάζοντας τοῦτον, καὶ κι νοῦντας καὶ περιάγοντας. Τί τὸ θαῦμα; Τί τὸ πρᾶγμα; Τί τὸ ἀπόῤῥητον; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον· ταῦτα γὰρ ἔλεγες, τὰ περὶ τὴν γέννησιν ἡμῖν ἱστορῶν· τούτου γὰρ χάριν καὶ τοὺς ἀγγέλους εἰσήγαγες τοῖς ποιμέσι τὸν τόκον ὁμοῦ καὶ τὸν τόπον ἐν ᾧ οὗτος ὑποδεικνύντας καὶ διαγγέλλοντας· τήν τε οὐρανίαν ἐκείνην πληθὺν, μεγαλοφώνως βοῶσαν, καὶ λέγουσαν· «∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρήνη·» καὶ τὴν τεκοῦσαν πάντα μετ' ἐπιμελείας διατηροῦσαν, καὶ ταῖς τῆς παρθενίας σφραγῖσι συμβάλλουσαν; Ναὶ, φησὶ, καὶ μὴ πρὸς τὸ θαῦμα μόνον, ἀλλὰ καὶ πρὸς τὴν οἰκονομίαν ἀπόβλεπε. Οὐ γὰρ Θεὸς οὕτως, ὡς ἔφυ, γυμνὸς βρεφουργεῖται, καὶ μη τρικαῖς ὠλέναις ἐμπεριγράφεται, ἀλλὰ τὴν βρο τείαν φύσιν ὑπειλημμένος, μᾶλλον δὲ αὐτόχρημα τῆς ἁμαρτίας χωρὶς κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος. Πῶς καὶ τίνα τρόπον; Οὐκ ἔχω λέγειν, φησίν· ἄῤ
1