Petitiones Arianorum

 Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, κα

Petitiones Arianorum

Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ

βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ. ∆εόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου, καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺς εἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν; Οἱ Ἀρειανοὶ εἶπον· Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκ ποίας πόλεως; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε; Οἱ Ἀρειανοὶ εἶπον· ∆εόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶ πον· ∆εόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξ αίφνης ζηλώσας ἀπεκρίνατο· ∆έομαί σου τοῦ βασι λείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδο κίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. Ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον. ∆ευτέρα ἐντυχία τῶν Ἀρειανῶν. Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανα σίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βασιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κʹ, καὶ λʹ ἐτῶν κατηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξωρίσθη. Τρίτη ἐντυχία τῶν Ἀρειανῶν. Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ' ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ 26.821 ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι. Οἱ Ἀρειανοὶ εἶπαν· ∆εόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀργισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· ∆εόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασιλεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει. Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συνάγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς; Οἱ Ἀρειανοὶ εἶπον· ∆εόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· ∆εόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως; Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς

1