Quaestiones in scripturam sacram

 τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖο

 αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσα λὴμ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πρ

 ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χά ρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλή ψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χρι

 ἴδιον καὶ τοῦτο ἐξ ακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα

 ἅλας ἡρμή νευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ π

 Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθή σεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... Caetera desiderant

 ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασί

 «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέ ραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχ

 ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ ο

 Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖ

 ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπε

 Σιὼν τοῦτο, ὃ κατε σκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερου σαλὴμ, ἐν ᾧ κατῴκησεν

 ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέ

 παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολά

 καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέ γ

 ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆ

 Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρ τίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνο ποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τ

 ἡμῶν ἐρχόμε νον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπα γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός

 τὰς εὐθύνας. Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας

 ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,»

Quaestiones in scripturam sacram

28.712 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΡΗΣΕΙΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΠΑΡΑΒΟΛΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ.

Ἐρώτησις αʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα.» Τίς ἡ πόλις; Ἐκκλησία. Τί τὸ κεράμιον τοῦ ὕδατος; Τὸ ἅγιον βάπτισμα. Τίς ὁ ἄνθρωπος; Ὁ Πρόδρομος. Τί τὸ ἀνώγεον; Ἡ βασιλεία τῶν οὐρανῶν. Ἐρώτ. βʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.» Τίς ὁ βασιλεύς; Ὁ Θεός. Τίς ὁ ὀφειλέτης τῶν μυρίων ταλάντων; Ὁ ἄνθρωπος ὁ ἐν πολλαῖς ἁμαρτίαις τῆς τοῦ Θεοῦ μακροθυμίας ἀπολαβών. Τίς ὁ τὰ ἑκατὸν δηνάρια; Ὁ ὑποχείριος τοῦ χρεωστοῦντος τὰ μυρία τάλαντα· καὶ αὐτὸς μὲν ἔτυχε μακροθυμίας, οὗτος δὲ ἐφάνη ὠμὸς καὶ σκληρὸς πρὸς τὸν ὁμόδουλον αὐτοῦ. Ἑτέρα παραβολὴ γʹ. «Ἄνθρωπός τις εἶχε δύο τέκνα, καὶ εἶπε τῷ ἑνί· Ἄπελθε εἰς τὸν ἀμπελῶνα· καὶ εἶπεν· Οὐχ ὑπάγω, καὶ ἀπῆλθε. Καὶ προσελθὼν εἶπε καὶ τῷ ἑτέρῳ· καὶ εἶπεν· Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν.» Τίς ὁ ἄνθρωπος; Ὁ Θεός. Τίς ὁ εἰπὼν, Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν; οἱ Ἰουδαῖοι. Τίς ὁ εἰπὼν, Οὐχ ὑπά γω, καὶ ἀπῆλθεν; Ὁ ἐξ ἐθνῶν λαός. Ἄλλη παραβ. δʹ. «Ἀνθρώπου τινὸς πλουσίου εὐ φόρησεν ἡ χώρα.» Τίς ὁ ἄνθρωπος; Ὁ Ἰούδας, καὶ οἱ κατ' αὐτὸν πλεονέκται καὶ φιλάργυροι. Ἑτέρα εʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην.» Τίς ἡ κώμη; Ὁ κόσμος. Ὄνος δὲ οἱ Ἰουδαῖοι· πῶλος οἱ Χριστιανοί. Ὁ δήσας; Νόμος ὁ Μωσαϊκός. Ὁ λύσας;ὁ Χριστός. Πῶλος γάρ ἐστι τῶν ἐθνῶν ἡ ἀλογία καὶ ἡ ἀγνωσία. Ἄλλη ςʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ ∆ιδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» Τίς ἡ πόλις; Ὁ ᾅδης. Ὁ δεῖνα; Ὁ Ἀδάμἔμελλε γὰρ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν. Ἑτέρα ἐρώτ. ζʹ. «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Ἀπόκ. Ῥίζα ἐστὶν ἡ πίστις· τὸ δένδρον, ὁ ἄνθρω πος· ἡ ἀξίνη, τὸ τοῦ ἀνθρώπου τέλος. Ἑτέρα ηʹ. «Ἄνθρωπός τις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.» Τίς ὁ ἄνθρωπος; Ὁ ἅγιος Πέτρος· πέτρα, ὁ Χριστός· οἰκία, ἡ πίστις· ἄνεμος 28.713 ὁ διάβολος. Ὁ δὲ ἐπὶ τὴν ἄμμον οἰκοδομήσας Ἰούδας· ἄμμος γάρ ἐστιν ἡ ἀκαρπία. Ἄλλη θʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐ τοῦ.» Τίς ὁ βασιλεύς; ὁ Θεός. Τίς ὁ υἱός; ὁ Χρι στός. Τίνες οἱ κεκλημένοι; προφῆται καὶ ἀπόστολοι. Τίνες οἱ ἀπαιτήσαντες; οἱ Ἰουδαῖοι. Τίνες οἱ παραγενόμενοι; οἱ ἐξ ἐθνῶν. Τίς ὁ μὴ ἔχων ἔνδυμα γά μου; ὁ Ἰούδας, καὶ οἱ κατ' αὐτὸν ἀναξίως ἐπιπη δῶντες εἰς τὰ ἅγια. Ἄλλη ιʹ. «Εἶπεν ὁ Κύριος πρὸς τὸν Πέτρον· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα. Τοῦτον δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Τίς ἡ θάλασσα; ὁ κόσμος. Τί τὸ ἄγκιστρον; ὁ λόγος τοῦ Θεοῦ. Ἰχθὺς ὁ Χριστός. Στατὴρ ὁ σταυρὸς τοῦ Κυρίου, ἐν ᾧ ἔμελλε κἀκεῖνος σταυρωθῆναι, καὶ ὁ Πέτρος. Ἑτέρα ιαʹ. «Ἄνθρωπός τις εἶχε δύο υἱοὺς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι.» Τίς ὁ ἄνθρωπος; ὁ Θεός. Οἱ δύο υἱοί; οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Νεώτερος υἱὸς ὁ τὴν γνώμην ἄστατον ἔχων. Τὸ ἐπιβάλλον μέρος, τὰ λόγια τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ αὐτοῦ. Ἄλλη ιβʹ. «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, τοῦ λαβεῖν βασιλείαν.» Ἄνθρωπος, ὁ Θεός· χώρα μακρὰ ἡ ἐπὶ γῆς παρουσία αὐτοῦ· βασι λεία ἡ δευτέρα παρουσία· οἱ δοῦλοι οἱ προφῆται, οἱ ἀπόστολοι, καὶ οἱ μάρτυρες. Ἡ δὲ μνᾶ ἐστιν ἡ χάρις, ἣν ἔλαβεν Ἰούδας, ὁμοίως καὶ τὸ τάλαντον. Ἄλλη ιγʹ. «Ἄνθρωπός

1