Sermo ad Antiochum ducem

 διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ' αὐτῶν ἐνδίκως, ὡς τοιούτους ἑαυτοὺς φανῆναι τὸν φύσει τε καὶ μόνον φ

 καταφρονήσαντες, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν, ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία ἀγγέλων ἀπῆν σκοπιὰ καὶ ἐπίγνωσ

 πᾶσαν αὐτοῖς ἡμῖν τὴν ζωὴν συνεφθείραμεν·) κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν· ὁ δὲ τῆς ἐπ' αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρό

Sermo ad Antiochum ducem

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ ΑΡΧΟΝΤΑ.

Σκοπήσωμεν, ηὐλογημένε τοῦ Θεοῦ ἄνθρωπε, ἐπὶ πᾶσι, διὰ πᾶσι καὶ πρὸ πάντων, πῶς περιπατοῦμεν, καὶ τί περὶ ἑαυτῶν βουλευόμεθα· πολλοὺς γινώσκον τες τῶν παρ' ἡμῶν γινομένων τε καὶ νοουμένων ἀοράτους παρίστασθαι μάρτυρας, οὐκ εἰς τὸ φαινόμενον βλέποντας μόνον, ἀλλ' ἐπ' αὐτὰς παρακύπτοντας τὰς ψυχὰς καὶ τὸ κρυπτὸν διελέγχοντας τῆς καρδίας. Πολλοὶ γὰρ ὡς ἀληθῶς πανταχόθεν ἀγγελικῶν δυνά μεων ἡμᾶς παρειστήκεισαν, τὰ λεγόμενά τε καὶ γι νόμενα παρ' ἡμῶν, καὶ νοούμενα μέχρι ψιλῆς ἐνθυμήσεως, δι' ἀκριβείας πάσης ἐν οὐρανῷ καταγράφοντες, πρὸς ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· ὅτε πᾶσα τῶν ὁρατῶν ἡ κτίσις, κλονουμένη κατ' ἔπειξιν ἄφατον, πρὸς τὴν οἰκείαν ὠθεῖται συν τέλειαν· καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ῥιζηδὸν παρελεύσεται, καὶ τὰ διὰ μέσου στοιχεῖα καυσούμενα λυθήσονται· καὶ Παλαιὸς ἡμερῶν καθέξεται, καὶ βίβλοι ἀνοίγονται, τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ νοημάτων τὰ ἔγγραφα, πιστῶς τε καὶ ἀνοθεύτως ἔχουσι. Χίλιαί τε χιλιάδες λειτουργοῦσιν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ ἀπειλὴ πυρὸς πανταχοῦ διατρέχουσα καὶ τὰ κύκλῳ πάντα περιλαμβάνουσα, καὶ ὄρη ὡσεὶ κηρὸν ἐκτήκουσα· ποταμὸς γὰρ πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ἡνίκα τάρταρος καὶ βόθρος ἀχανὴς καὶ ἀνείκαστος, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, ἀναδειχθῶσι παρόντα. Καὶ ὁ ἐπ' αὐτὰς φόβος εἱστήκει μετέωρος, ἐκδεχομένων τὴν ἔκβασιν· καὶ ὀργῆς ἄγγελοι κολαστικοὶ, πῦρ ἀποστίλβοντες, πῦρ τε βλέποντες, καὶ πῦρ ἀναπνέοντες, ἕτοιμοι εἰς πᾶσαν ἐκδίκησιν πάσης παρανομίας ἑστήκασι. Πᾶσά τε πρὸς τούτοις κτίσις ἐπί γειός τε καὶ ἐπουράνιος, ὅση τε ἐν ἀγγέλοις καὶ ταῖς ὑπὲρ ἀγγέλοις δυνάμεσι, καὶ ὅση ἐν οὐρανοῖς παρίστανται μετὰ τρόμου τὴν φοβερὰν τῆς θείας βουλῆς ἐκδεχόμενοι φανέρωσιν. Ἐφ' ὧν κατειόντων ἡμῶν, ἀναγνωσθήσονται πράξεις, καὶ τῶν κρυπτῶν γύμνωσις γενήσεται· ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τὰς ἁμαρτίας· ὡς ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀναγινώσκειν τῆς ἑαυτοῦ συνειδήσεως. «Ἐλέγξω σε» γὰρ, φησὶ, «καὶ παραστήσω κατὰ πρόσωπόν σου» τὰς ἁμαρτίας σου· καὶ πάλιν, «Κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν.» Καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ δικαστὴς ἀπαραλόγιστος, παρισταμένην ἔχων τὴν μεγαλοπρεπῆ τῶν οὐρανίων ταγμάτων δύναμιν, ὑψηλῶς προκαθέζεται πᾶσαν ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι' ἀποδόσεως ἀληθοῦς καὶ δικαίας νέμων τὰ πρὸς ἀξίαν, τοῖς μὲν ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθήσιν προσ 28.592 ηνὴς πράως ἐπιεικὴς, τὴν ἡτοιμασμένην ἀπὸ κα ταβολῆς κόσμου βασιλείαν διδούς· τοῖς δὲ ἐξ εὐωνύ μων διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσει λαχόντας, εἰς τὸ αἰώνιον πῦρ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, μετ' ὀργῆς ἀπωθούμενος. Τίς ἐκεῖνο τὸ πῦρ ἐνέγκοι μενόμενον; τίς οὐ καταπτήσσει τὸ ξένον ἐκεῖνο τοῦ σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τὸ παχύν τε ὁμοῦ καὶ βαρὺν φέρειν δυνήσεται; Τίς μυ κώμενον τὸν τάρταρον, καὶ ἐκ πυθμένος αὐτῷ συμβραζομένην τὴν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπὶ τοῦτο τεταγμένων ἀγγέλων τὸ βλοσυρόν τε καὶ δριμὺ τοῦ βλέμματος, καὶ τοῦ προσώπου τὸ κατηφὲς οὐχ ὑποτρέμει δονούμενον; Τίς τὸ πάντων δεινότε ρον τῶν κακῶν, τὴν ἀποστροφὴν τοῦ προσώπου τοῦ φύσει πράου καὶ φιλανθρώπου Θεοῦ καὶ οἰκτίρμονος οὐ φοβηθήσεται; Ἅπασα κτίσις συναποστρέφεται καὶ βδελύττεται τοὺς

1