Sermo contra omnes haereses
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΑΙΡΕΣΕΩΝ.
Τὸ προκείμενον ἀπὸ τοῦ Εὐαγγελίου τοῦ κατὰ Ἰωάννην· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν 28.504 ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν.» Ἕκα στος τῶν ἁγίων προφητῶν καὶ εὐαγγελιστῶν, διορατικοὶ ὄντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, διηγοῦνται πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην σωτηρίαν, τὴν μέλλουσαν γίνεσθαι τῷ γένει τῶν ἀνθρώπων. Ἀλλ' ἐρεῖ τις, Πῶς; Ἑρμήνευσον ἡμῖν. Ἄκουσον, ἀγαπητέ. Οἱ μὲν προφῆται, καθὼς προεῖπον, διορατικοὶ ὄντες, σημαίνουσι τὰ μέλλοντα ἔσεσθαι πρὸ τοσούτων γενεῶν, δεικτικῶς δεικνύοντες ὡς παρόντα τὰ μέλλοντα. Ὁμοίως καὶ οἱ μεγάλοι εὐαγ γελισταὶ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ Λόγου, τὰ προκη ρυχθέντα διὰ τῶν προφητῶν βεβαιοῦσιν ἕκαστος τὴν προσημασίαν ἐν τοῖς Εὐαγγελίοις. Οἷον· ὁ μέγας προ φήτης Ἡσαΐας λέγει· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Καὶ ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.» Ἐπιδημήσαντος δὲ τοῦ προσημανθέν τος πρὸς ἡμᾶς, καὶ ἑωρακὼς αὐτὸν παρερχόμε νον ὁ μέγας Βαπτιστὴς Ἰωάννης, πληρῶν τὸ προση μανθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγει· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἰδοὺ βεβαιοῖ τὴν προφητευθεῖσαν φωνὴν ὁ μέγας Βαπτιστής. Ὁμοίως καὶ ὁ ἱεροφάντης Μωσῆς περὶ τούτου τοῦ μώλωπος, δι' οὗ πᾶν τὸ τῶν ἀνθρώ πων γένος σωτηρίας ἔμελλε μέτοχον γίνεσθαι, τί ἔλεγεν; «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·» καὶ πάλιν λέγει· «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου.» Οὐκ εἶπε πρῶτον τὴν ζωὴν, εἶτα τὴν κατάραν· ἀλλ' εἶπε πρῶτον τὴν κατάραν, ἔπειτα τὴν ζωήν. Ἔπρεπε γὰρ πρότερον προσηλωθῆναι τὸ χειρόγραφον τῷ σταυρῷ, καὶ νυχθῆναι τὴν πλευρὰν τοῦ Λόγου τῇ λόγχῃ, ἵνα ὁ μώλωψ ἐν τῇ νύξει καθάρσιον γένηται τῇ οἰκουμένῃ, τὸ αἷμα καὶ τὸ ὕδωρ τῷ γένει τῶν ἀνθρώπων. Τάλανες οἱ ἀχάριστοι Ἰουδαῖοι, τοιούτων καὶ τηλικούτων σημείων καὶ εὐεργεσιῶν γενομένων παρ' αὐτοῖς, ἀντὶ τοῦ τὸν ἐπιδημήσαντα παρ' αὐτοῖς δοξά ζειν καὶ εὐλογεῖν ἐπὶ τοῖς γινομένοις, ἐκ τῶν ἐναντίων ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὁ μέντοι ἥλιος συνέστελλε τὰς ἀκτῖνας, μὴ φέρων ὁρᾷν τὸν Κύριον κρεμάμενον ἐπὶ τοῦ ἰκρίου. Καὶ δύο σὺν αὐτῷ ἦσαν λῃσταὶ κρεμά 28.505 μενοι· καὶ τοῦ ἑνὸς καταρωμένου, εἶπεν ὁ ἕτερος λῃστής· «Τί καταρᾶσαι τῷ δικαίῳ; ἡμεῖς κατὰ τὰς ἁμαρτίας ἑαυτῶν πεπόνθαμεν· τί σοὶ καὶ τῷ δικαίῳ;» Τῷ δὲ Ἰησοῦ ἔλεγε· «Μνήσθητί μου, Κύ ριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Καὶ ὁ Ἰησοῦς πρὸς αὐτόν· «Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ὢ μεγάλου πρά γματος! τῆς κατάρας προσηλωθείσης, ἠνέῳξε τὸν παράδεισον ἐν τῇ ἐπαγγελίᾳ τῷ λῃστῇ. Ὢ τοῦ μακαρίου λῃστοῦ τούτου! ἀφήρπασεν ἐν τῷ κόσμῳ λῃ στεύων, ἀφήρπασε καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐν τῇ ὁμολογίᾳ. Περὶ τούτου εἶπεν ὁ μέγας προφήτης· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται.» Οἴδατε, ἀδελφοὶ, ὅτι ὁ κάνθαρος περὶ τὰ ἀκάθαρτα σχολάζει, ἀκάθαρτος ὤν· οὕτω καὶ ὁ λῃστής ποτε ἐσχόλαζεν ἐν ταῖς λῃστείαις· ὅτε δὲ ἐν τῷ σταυρῷ ἦν, ὡμο λόγησεν αὐτὸς, καθὼς προεῖπον, καὶ πληροῦται εἰς αὐτὸ τὸ προφητευθέν· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγγεται.» Φθεγξάμενος τοίνυν ἠξιώθη
1