Sermo de descriptione deiparae

 Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύ

 ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ νων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦ

 αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι

 φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τ

 Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάρ

Sermo de descriptione deiparae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΑΠΟΓΡΑΦΗΝ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ, ΛΟΓΟΣ.

Ὥσπερ οἱ τὴν χρυσῖτιν γῆν μεταλλεύειν λαχόντες ἐργάται, ἐπὰν εὕρωσι φλέβα ψήγματα τοῦ ζη τουμένου προβάλλουσαν, ἐκεῖ σχολάζουσιν, ἐκεῖ παρορύττουσιν, ὡς ὁδηγῷ τοῦ κέρδους· καὶ οὐ κατόπιν ὁδεύουσι, μὴ πρότερον τὸν τόπον ἀμείβοντες, ἕως οὗ τὸν φωλεὸν τοῦ προκειμένου καταλάβωσι· τὸν αὐ τὸν τρόπον καὶ ἡμεῖς οἱ τῆς ἐκκλησιαστικῆς ἐργασίας ἐργοδόται, τὸν εὐαγγελιστὴν Λουκᾶν μετὰ χεῖρας ἔχοντες, πρὸς κατανόησιν τοῦ δεσποτικοῦ τῆς ἐκ Παρθένου ἀποκυήσεως θησαυροῦ, οὐ πρότερον τῆς ἐρεύνης παυσώμεθα, ἕως οὗ τὸν προκείμενον πλοῦτον γνησίως ἀναλεξώμεθα. ∆ιὰ τοῦτο καὶ κατὰ τάξιν τὸν εὐαγγελιστὴν ἀνιχνεύσομεν, ἵνα μηδὲν τῶν ἐπικερδῶν καταλείπωμεν. Εἰ γὰρ καὶ μικρὰ ἐν προοιμίοις τὰ ῥήματα, ἀλλ' ὅμως μεγάλα τῆς χαρᾶς τὰ μυσταγωγήματα. Καὶ μηδεὶς ἀκηδιάσῃ τῷ λόγῳ, μικρὰ τὰ παραναγνωσθέντα τῇ ἀκοῇ δεξάμενος. Ὡς γὰρ πρὸς τὴν δύναμιν τοῦ γεννηθέντος ∆εσπότου μικρὰ καὶ σφόδρα μικρὰ τὰ παραναγνωσθέντα, σπάρ γανα, καὶ φάτνη, καὶ τόπος ἀνεπιτήδειος. Καὶ ταῦτα μὲν μικρὰ, τὰ δὲ προκείμενα μυστικά· γαστὴρ ἀνερμήνευτος, κόλπος ἀκατάληπτος, μαζὸς ἁγιόρι 28.945 ζος, γάλα ξενοῤῥυὲς, θηλὴ τῆς φυσικῆς νομῆς ἀλλοτρία, ἡ Μήτηρ τοῦ Κυρίου ἐναπόγραφος γενομένη, ὁ μνηστὴρ Ἰωσὴφ ὀνόματος, καὶ οὐ πράγματος κοινωνίαν ἀσπαζόμενος. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰ κουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. Ἐπορεύθη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν ∆αβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβὶδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ.» Εἶ δες πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα; Ὁ Κύριος ἐκυοφορεῖτο, καὶ πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο ὁ πᾶσαν τὴν κτίσιν ἐναπόγραφον ἔχων, καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φήσας· «Χαί ρετε καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ἐν τοῖς μικροῖς Ῥωμαϊκοῖς κώδιξι τὴν ἑαυτοῦ μητέρα ἐναπόγραφον γενέσθαι συνεχώρει. Τίς μὴ λαλήσῃ; Τίς μὴ θαυμάσῃ τὴν τοῦ Κυρίου συγκατάβασιν; Ἄνω ἐλεύθερος, καὶ κάτω ἐναπόγραφος· ἄνω Υἱὸς, καὶ κάτω δοῦλος· ἄνω βασιλεὺς, καὶ κάτω μισθωτός· ἄνω πλούσιος, καὶ κάτω ἐν δεής· ἄνω προσκυνούμενος, καὶ κάτω φορολογούμενος· ἄνω θεϊκὸς θρόνος, καὶ κάτω ἀγροικικὸν σπήλαιον· ἄνω ὁ πατρῷος καὶ ἀκατάληπτος κόλπος, καὶ κάτω ἀλογο τροφεῖον μικρὸν, καὶ φάτνιον. Τίς μὴ θαυμάσῃ με γάλα ἄνω πράγματα, καὶ μικρὰ κάτω σπάργανα; Ὁ λύων ἐδέδετο· ὁ τρέφων ἐτρέφετο· ὁ ἀκατάληπτος παι δίον ἐφαίνετο· ὁ πηγὰς ἀπολύων μαζὸν ἐδανείζετο· ὁ πάντα φέρων, ἀνερμηνεύτως ἐφέρετο· ὁ μηδαμοῦ ἀπολιμπανόμενος ἐν μέρει ἀπεριγράπτως περιγραφό μενος. Ὢ τῶν παραδόξων πραγμάτων! Ἡ Ἐλισάβετἐν οἰκίσκῳ φαιδρῷ ἀπεκύησε, καὶ ἡ Παρθένος ἐν τῷ μικρῷ σπηλαίῳ ἐγέννησεν· Ἰωάννης ἐπὶ κλίνης, καὶ ὁ Κύριος ἐν φάτνῃ. Οὐχ ἁπλῶς ἡ τοῦ Κυρίου ἐκ Παρθένου γέννησις· οὐχ ἁπλῶς τὸ τοῖς σπαργάνοις αὐτὸν κατειληθῆναι· οὐχ ἁπλῶς τὸ μαζὸν ἑλκῦσαι· οὐχ ἁπλῶς τὸ ἐν φάτνῃ ἀνακλιθῆναι· οὐχ ἁπλῶς τὸ τῇ τοῦ Αὐγούστου ἀπογραφῇ προσκληθῆναι· πάντα διὰ τὶ, καὶ πρὸς τὶ, καὶ αἰνιγματώδη. Ἐκ

1