Sermo in ramos palmarum Τοῦ <αὐτοῦ> Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, λόγος εἰς τὰ βαΐα.

 Ἰησοῦν.» 4.1 Ὢ τῆς πολλῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως. τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν

Sermo in ramos palmarum Τοῦ <αὐτοῦ> Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, λόγος εἰς τὰ βαΐα.

1.1 Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε. μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν. 1.2 ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον ∆αυίδ. καὶ πάλιν ὁ αὐτός· «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» 1.3 τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον. 1.4 ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι. 1.5 «ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής, «δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων· πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ· λύσαντες ἀγάγετέ μοι.» 2.1 ∆ιὰ τοῦτο ὁ μακάριος Ἰακώβ, ὁ πατριάρχης, ἡνίκα τὰς εὐλογίας ἐν κλήρῳ παρεῖχε τοῖς τέκνοις, ἐλθὼν ἐπὶ τὸν Ἰούδαν οὕτως εἴρηκεν· 2.2 «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» καὶ μετ' ὀλίγα· «καὶ αὐτὸς προσ δοκία ἐθνῶν.» ποίων δὲ ἐθνῶν γέγονε προσδοκία Ἰούδας; Ἰουδαίων; οὐδαμῶς. ἀλλὰ τοῦτο δηλοῖ ὁ προφήτης, ἐπειδὴ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος. 2.3 καὶ πάλιν μεθ' ἕτερα ὁ αὐτός· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» ὄνον καὶ πῶλον εἰπὼν τὴν ἐκκλησίαν τῶν ἐθνῶν ἐσήμανεν. 2.4 ἐδέσμευσε γὰρ ἀληθῶς τὰ ἔθνη ὁ κύριος τῇ ἀμπέλῳ καὶ τῇ ἕλικι τουτέστι τῇ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ὅπως καρποφορήσωσι καρπὸν εὐσεβείας διὰ τῆς πίστεως. 2.5 εἶτα ἐπάγει· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» στολὴν τοῦ Χριστοῦ καὶ περιβολὴν τὴν σάρκα λέγει. 2.6 ἑκουσίως γὰρ δι' ἡμᾶς ἐν σταυρῷ προσηλώθη σαρκί, ἵνα τῷ ἰδίῳ αἵματι τὸν ῥύπον ἐκπλύνῃ τῶν ἡμετέρων ἁμαρτιῶν. 2.7 καθὼς καὶ ἐν Ἠσαΐᾳ γέγραπται· «διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρης καταπεπατημένης;» 3.1 Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. λέγει γὰρ τοῖς μαθηταῖς ὁ κύριος περὶ τῆς ὄνου· «καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε ἢ τί λύετε τὸν πῶλον, εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» 3.2 μὴ διστάσητε, φησίν, ἐν μηδενὶ τῶν κατὰ τὴν ἐμὴν οἰκονομίαν πραττομένων· οὐδεὶς ὑμῶν ἀντιστήσεται οὐδὲ ἀντιρρημονήσει πρὸς οὐδὲ ἓν ῥῆμα. 3.3 «εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» οὐδεὶς κωλύσει ὑμᾶς ποιοῦντας τὸ ὑπ' ἐμοῦ προσταττόμενον. «ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.» 3.4 δεῖ τοίνυν πάντα τὰ περὶ ἐμοῦ γεγραμμένα εἰς πέρας ἐλθεῖν. δεῖ με εἰσελθεῖν εἰς Ἰερουσαλὴμ σήμερον ἐποχούμενον ἐπὶ ὑποζύγιον. 3.5 «ἐρευνᾶτε τὰς γραφάς·» ἰδοὺ Ζαχαρίας ὁ προφήτης διαρρήδην βοᾷ λέγων· «χαῖρε σφόδρα, θύγατερ Σιών· κηρύσσεταί σοι δίκαιος καὶ σῴζων· αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου νέον.» 3.6 καιρὸς οὖν εὐδοκίας ὁ παρών. δεῖ με τὴν ἔχθραν λῦσαι καὶ εἰρη νοποιῆσαι τὰ πάντα διὰ τοῦ σταυροῦ. δεῖ τὴν νῦν Ἰερουσαλὴμ τέλος λαβεῖν καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν στηριχθῆναι. 3.7 ἢ οὐχὶ καὶ ὁ ὑμνῳ δὸς ∆αυὶδ περὶ τῆς κλήσεως ταύτης τῶν ἐθνῶν προεφήτευσε; τί γὰρ εἴρηκε; «πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε.» οὗτοί εἰσιν οἱ «ἀληθινοὶ προσκυνηταί,» οἱ διὰ πίστεως τὸν λόγον δεχόμενοι. 3.8 εἶτά φησιν ὁ εὐαγγελιστής· «πορευθέν τες δὲ οἱ μαθηταὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθησαν τὸν

1