Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

 δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ

 οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν

 ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα

 Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθ

 ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ

 τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ

 Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕ

 Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦ

 δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ

 ∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

 τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ

 «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν

 Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανι

 ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀνα

 ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγία

 ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρ

Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Μαρτυρίαι ἐκ τῆς Γραφῆς, τῆς κατὰ φύσιν κοινωνίας, ἐκ τοῦ ὁμοίως εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα πρὸς θεωρίαν δυσέφικτον, καὶ μίαν ἔχειν ἐνέργειαν.

Περὶ ἐλευθερίας.

Περὶ Πατρὸς ἀναμφίβολον. Περὶ Υἱοῦ, φωνὴ αὐτοῦ τοῦ Υἱοῦ· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε.» Περὶ τοῦ Πνεύματος διὰ Παύλου οὕτως 28.32 λέγει· «Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖ ται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Περὶ ζωοποιήσεως. Λέγει ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε κροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωο ποιεῖ·» καὶ περὶ τοῦ Πνεύματός φησι· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Καὶ ὁ Ἀπόστολος· «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Περὶ χειροτονίας. Περὶ Πατρὸς Παῦλος λέγει· «Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ τὰ ἑξῆς. Περὶ Υἱοῦ ὁ αὐτὸς Ἀπόστολος φάσκει· «Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.» Περὶ Πνεύματος ὁ αὐτὸς μετακαλεῖται ἀπὸ τῆς Μιλήτου τοὺς πρεσβυτέρους, καὶ λέγει αὐτοῖς· «Προσέχετε ἑαυ τοῖς, καὶ παντὶ τῷ ποιμενίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Περὶ νομοθεσίας. Περὶ Πατρὸς ὁ ∆αυῒδ λέγει· «Τοῦ ποιῆσαι τὸ θέ λημά σου, ὁ Θεός μου, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.» Περὶ Υἱοῦ ὁ Παῦλος· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Περὶ Πνεύματος ὁ αὐτός· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χρι στῷ Ἰησοῦ ἠλευθέρωσέ με.» Περὶ κυριότητος. Ὁ ∆αυῒδ λέγει· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Εἰ δὲ ἀντιλέγουσιν οἱ αἱρετι κοὶ λέγοντες, ὅτι εἰς τὸν ∆αυῒδ ἐκλαμβάνεται τοῦτο, ἐλέγχει αὐτοὺς τὸ παρὰ τοῦ Σωτῆρος λεγόμενον· «Τί λέγετε περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσι· Τοῦ ∆αυῒδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ;» πάλιν περὶ τοῦ Πατρός· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Περὶ δὲ τοῦ Υἱοῦ, λέγει· «Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράζεται, καὶ ἐξ οὐρανοῦ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσε σθε, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνώσας ἐν Σιὼν, ἐν ὄρει ἁγίῳ.» Ὁ δὲ κατασκηνώσας, ἤτοι ὁ Υἱὸς, λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς 28.33 ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,» καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ Πνεύματος εἰπὼν, ὅτι «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,» ὑποκαταβὰς λέγει· Καὶ Κύριος ἐκ δεξιῶν σου·» τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ Πνεῦμα. Ὅτι ὁ Πατὴρ Κύριον τὸν Υἱὸν καλεῖ, καὶ ὁ Ἀπόστολος τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεὸν λέγει, ὡς καὶ τὸν Υἱόν. Λέγει γὰρ οὕτως· «Καὶ ἔσται μετὰ ταῦτα· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφη τεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς

1