Vita Antonii
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ ΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗ ΞΕΝΗ ΜΟΝΑΚΟΥΣ ΠΑΡΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ 26.837 ΠΡΟΟΙΜΙΟΝ.
Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ' ἀρετὴν ὑμῶν ἀσκήσει. Καὶ γὰρ καὶ παρ' ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομέ νων ὑμῶν, ὁ Θεὸς τελειώσειεν· ἐπειδὴ δὲ ἀπῃτή σατε καὶ παρ' ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκή σεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγό μενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε· μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ' ὑμῶν ἐπίταγμα. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν. Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄν θρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν· ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ' αὐτῶν νομίζετε· πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο. Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ' ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς ση μανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω· καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρω τᾷν. Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλό μην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μετα 26.840 πέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνό τερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι· ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω· ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε, καὶ ὁ γραμματοφόρος ἔσπευδε· διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ' αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρό νον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα· παντα χοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκού σας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός. Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ 26.841 Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γο νεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώ σκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προ έκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συν ηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμ μένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσ έχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ
1