1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

1

AΘHΝAΓOΡOΥ AΘHΝAIOΥ ΦIΛOΣOΦOΥ

ΧΡIΣΤIAΝOΥ ΠΡEΣΒEIA ΠEΡI ΧΡIΣΤIAΝΩΝ Aὐτοκράτορσιν Μάρκῳ Aὐρηλίῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Aὐρηλίῳ Κομόδῳ Ἀρμενιακοῖς Σαρματικοῖς, τὸ δὲ μέγιστον φιλοσόφοις. Ἡ ὑμετέρα, μεγάλοι βασιλέων, οἰκουμένη ἄλλος ἄλλοις ἔθεσι χρῶνται καὶ νόμοις, καὶ οὐδεὶς αὐτῶν νόμῳ καὶ φόβῳ δίκης, κἂν γελοῖα ᾖ, μὴ στέργειν τὰ πάτρια εἴργεται, ἀλλ' ὁ μὲν Ἰλιεὺς θεὸν Ἕκτορα λέγει καὶ τὴν Ἑλένην Ἀδράστειαν ἐπιστάμενος προσκυνεῖ, ὁ δὲ Λακεδαιμόνιος Ἀγαμέμνονα ∆ία καὶ Φυλονόην τὴν Τυνδάρεω θυγατέρα καὶ τεννηνοδίαν σέβει, ὁ δὲ Ἀθηναῖος Ἐρεχθεῖ Ποσειδῶνι θύει καὶ Ἀγραύλῳ Ἀθηναῖοι καὶ τελετὰς καὶ μυστήρια [Ἀθηναῖοι] ἄγουσιν καὶ Πανδρόσῳ, αἳ ἐνομίσθησαν ἀσεβεῖν ἀνοίξασαι τὴν λάρνακα, καὶ ἑνὶ λόγῳ κατὰ ἔθνη καὶ δήμους θυσίας κατάγουσιν ἃς ἂν θέλωσιν ἄνθρωποι καὶ μυστήρια. οἱ δὲ Aἰγύπτιοι καὶ αἰλούρους καὶ κροκοδείλους καὶ ὄφεις καὶ ἀσπίδας καὶ κύνας θεοὺς νομίζουσιν. καὶ τούτοις πᾶσιν ἐπιτρέπετε καὶ ὑμεῖς καὶ οἱ νόμοι, τὸ μὲν οὖν μηδ' ὅλως θεὸν ἡγεῖσθαι ἀσεβὲς καὶ ἀνόσιον νομίσαντες, τὸ δὲ οἷς ἕκαστος βούλεται χρῆσθαι ὡς θεοῖς ἀναγκαῖον, ἵνα τῷ πρὸς τὸ θεῖον δέει ἀπέχωνται τοῦ ἀδικεῖν. [ἡμῖν δέ, καὶ μὴ παρακρουσθῆτε ὡς οἱ πολλοὶ ἐξ ἀκοῆς, τῷ ὀνόματι ἀπεχθάνεται· οὐ γὰρ τὰ ὀνόματα μίσους ἄξια, ἀλλὰ τὸ ἀδίκημα δίκης καὶ τιμωρίας.] διόπερ τὸ πρᾶον ὑμῶν καὶ ἥμερον καὶ τὸ πρὸς ἅπαντα εἰρηνικὸν καὶ φιλ άνθρωπον θαυμάζοντες οἱ μὲν καθ' ἕνα ἰσονομοῦνται, αἱ δὲ πόλεις πρὸς ἀξίαν τῆς ἴσης μετέχουσι τιμῆς, καὶ ἡ σύμπασα οἰκουμένη τῇ ὑμετέρᾳ συνέσει βαθείας εἰρήνης ἀπολαύουσιν. ἡμεῖς δὲ οἱ λεγόμενοι Χριστιανοί, ὅτι μὴ προνενόησθε καὶ ἡμῶν, συγχωρεῖτε δὲ μηδὲν ἀδικοῦντας, ἀλλὰ καὶ πάντων, ὡς προϊόντος τοῦ λόγου δειχθήσεται, εὐσεβέστατα διακειμένους καὶ δικαιότατα πρός τε τὸ θεῖον καὶ τὴν ὑμετέραν βασιλείαν, ἐλαύνεσθαι καὶ φέρεσθαι καὶ διώκεσθαι, ἐπὶ μόνῳ ὀνόματι προσπολεμούντων ἡμῖν τῶν πολλῶν, μηνῦσαι τὰ καθ' ἑαυτοὺς ἐτολμήσαμεν (διδαχθήσεσθε δὲ ὑπὸ τοῦ λόγου ἄτερ δίκης καὶ παρὰ πάντα νόμον καὶ λόγον πάσχοντας ἡμᾶς) καὶ δεόμεθα ὑμῶν καὶ περὶ ἡμῶν τι σκέψασθαι, ὅπως παυσώμεθά ποτε ὑπὸ τῶν συκοφαντῶν σφαττόμενοι. οὐδὲ γὰρ εἰς χρήματα ἡ παρὰ τῶν διωκόντων ζημία οὐδὲ εἰς ἐπιτιμίαν ἡ αἰσχύνη ἢ εἰς ἄλλο τι τῶν μειόνων ἡ βλάβη (τούτων γὰρ κατα φρονοῦμεν, κἂν τοῖς πολλοῖς δοκῇ σπουδαῖα, δέροντα οὐ μόνον οὐκ ἀντιπαίειν οὐδὲ μὴν δικάζεσθαι τοῖς ἄγουσιν καὶ ἁρπάζουσιν ἡμᾶς μεμαθηκότες, ἀλλὰ τοῖς μέν, κἂν κατὰ κόρρης προπηλακί ζωσιν, καὶ τὸ ἕτερον παίειν παρέχειν τῆς κεφαλῆς μέρος, τοῖς δέ, εἰ τὸν χιτῶνα ἀφαιροῖντο, ἐπιδιδόναι καὶ τὸ ἱμάτιον), ἀλλ' εἰς τὰ σώματα καὶ τὰς ψυχάς, ὅταν ἀπείπωμεν τοῖς χρήμασιν, ἐπιβου λεύουσιν ἡμῖν κατασκεδάζοντες ὄχλον ἐγκλημάτων, ἃ ἡμῖν μὲν οὐδὲ μέχρις ὑπονοίας, τοῖς δὲ ἀδολεσχοῦσιν καὶ τῷ ἐκείνων πρόσεστι