1
De administrando imperio
ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΕΝ ΧΡΙΣΤΩΙ ΒΑΣΙΛΕΙ ΑΙΩΝΙΩΙ ΒΑΣΙΛΕΩΣ ΡΩΜΑΙΩΝ ΠΡΟΣ ΤΟΝ Ι∆ΙΟΝ ΥΙΟΝ ΡΩΜΑΝΟΝ ΤΟΝ ΘΕΟΣΤΕΦΗ ΚΑΙ
ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΝ ΒΑΣΙΛΕΑ
Προοίμιον. Υἱὸς σοφὸς εὐφραίνει πατέρα, καὶ πατὴρ φιλόστοργος ἐπὶ υἱῷ τέρπεται φρονίμῳ. Κύριος γὰρ δίδωσι νοῦν, ἡνίκα δεῖ εἰπεῖν, καὶ προστίθησιν οὖς τοῦ ἀκούειν· παρ' αὐτῷ θησαυρὸς σοφίας, καὶ ἐξ αὐτοῦ δίδοται πᾶν δώρημα τέλειον· καθιστᾷ βασιλεῖς ἐπὶ θρόνου καὶ κυρίαν τοῦ παντὸς δίδωσιν αὐτοῖς. Νῦν οὖν ἄκουσόν μου, υἱέ, καὶ τήνδε μεμαθηκὼς τὴν διδαχὴν ἔσῃ σοφὸς παρὰ φρονίμοις, καὶ φρόνιμος παρὰ σοφοῖς λογισθήσῃ· εὐλογήσουσί σε οἱ λαοί, καὶ μακαριοῦσί σε πλήθη ἐθνῶν. ∆ιδάχθητι, ἃ χρή σε πρὸ πάντων εἰδέναι, καὶ νουνεχῶς τῶν τῆς βασιλείας οἰάκων ἀντιλαβοῦ. Περὶ τῶν ἐνεστώτων μελέτησον, καὶ περὶ τῶν μελλόντων διδάχθητι, ἵνα πεῖραν μετ' εὐβουλίας ἀθροίσῃς, καὶ μεγαλεπήβολος ἔσῃ περὶ τὰ πράγματα. Ἰδοὺ ἐκτίθημί σοι διδασκαλίαν, ὥστε τῇ ἐκ ταύτης πείρᾳ καὶ γνώσει συνετισθέντα περὶ τὰς βελτίστας βουλὰς καὶ {τῷ} τὸ κοινῇ συμφέρον μὴ διαμαρτάνειν· πρῶτα μὲν ποῖον ἔθνος κατὰ τί μὲν ὠφελῆσαι δύναται Ῥωμαίους, κατὰ τί δὲ βλάψαι, {καὶ ποῖον} καὶ πῶς ἕκαστον τούτων καὶ παρὰ ποίου δύναται ἔθνους καὶ πολεμεῖσθαι καὶ ὑποτάσσεσθαι, ἔπειτα περὶ τῆς ἀπλήστου καὶ ἀκορέστου αὐτῶν γνώμης, καὶ ὧν παραλόγως ἐξαιτοῦνται λαμβάνειν, εἶθ' οὕτως καὶ περὶ διαφορᾶς ἑτέρων ἐθνῶν, γενεαλογίας τε αὐτῶν καὶ ἐθῶν καὶ βίου διαγωγῆς καὶ θέσεως καὶ κράσεως τῆς κατοικουμένης παρ' αὐτῶν γῆς καὶ περιηγήσεως αὐτῆς καὶ σταδιασμοῦ, πρὸς τούτοις καὶ περὶ τῶν ἔν τινι καιρῷ μεταξὺ Ῥωμαίων καὶ διαφόρων ἐθνῶν συμβεβηκότων, καὶ μετὰ τοῦτα, ὅσα ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ Ῥωμαίων ἀρχῇ κατά τινας χρόνους ἐκαινοτομήθη. Ταῦτα ἐσοφισάμην κατ' ἐμαυτόν, καὶ εἶπα γνωστά σοι ποιῆσαι, τῷ ἠγαπημένῳ μου υἱῷ, ἵν' ἔχῃς εἰδέναι τὴν ἑκάστου τούτων διαφοράν, καὶ πῶς ἢ μεταχειρίζεσθαι ταῦτα καὶ οἰκειοῦσθαι ἢ πολεμεῖν καὶ ἀντιτάσσεσθαι. Πτοηθήσονται γάρ σε ὡς μεγαλοφυῆ, καὶ ὡς ἀπὸ πυρὸς φεύξονται ἀπὸ σοῦ· φιμωθήσονται τὰ χείλη αὐτῶν, καὶ ὡς ὑπὸ βελῶν τοῖς σοῖς κατατρωθήσονται ῥήμασιν. Ὀφθήσῃ αὐτοῖς φοβερός, καὶ ἀπὸ προσώπου σου τρόμος λήψεται αὐτούς. Καί σου ὁ Παντοκράτωρ ὑπερασπιεῖ, καὶ συνετιεῖ σε ὁ πλάσας σε· κατευθυνεῖ σου τὰ διαβήματα, καὶ ἑδράσει σε ἐπὶ βάσιν ἀσάλευτον. Ὁ θρόνος σου ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἔσονται βλέποντες ἐπί σε, καὶ οὐδὲν οὐ μὴ ἅψηταί σου τῶν χαλεπῶν, καθότι αὐτός σε ἐξελέξατο καὶ ἀπὸ μήτρας ἀφώρισεν, καὶ τὴν αὐτοῦ βασιλείαν ὡς ἀγαθῷ ὑπὲρ πάντας σοι ἔδωκεν, καὶ τέθεικεν ὡς σκέπην ἐπὶ βουνοῦ καὶ ὡς χρυσοῦν ἀνδριάντα ἐφ' ὑψηλοῦ, καὶ ὡς πόλιν ἐπ' ὄρους ἀνύψωσεν, ὥστε δωροφορεῖσθαι ὑπὸ ἐθνῶν καὶ προσκυνεῖσθαι ὑπὸ τῶν κατοικούντων τὴν γῆν. Ἀλλὰ σύ, Κύριε ὁ Θεός μου, οὗ ἡ βασιλεία αἰώνιος καὶ ἀνώλεθρος, εἴης κατευοδῶν τὸν διὰ σοῦ ἐξ ἐμοῦ γεννηθέντα, καὶ ἔστω ἡ ἐπισκοπὴ τοῦ προσώπου σου ἐπ' αὐτόν, καὶ τὸ οὖς σου ἐπικλινέσθω ταῖς τούτου δεήσεσιν. Σκεπασάτω αὐτὸν ἡ χείρ σου, καὶ βασιλευέτω ἕνεκεν ἀληθείας, καὶ ὁδηγήσει αὐτὸν ἡ δεξία σου· κατευθυνθείησαν αἱ ὁδοὶ αὐτοῦ ἐνώπιόν σου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Πρὸ προσώπου αὐτοῦ πεσοῦνται πολέμιοι, καὶ λείξουσι χοῦν οἱ ἐχθροὶ αὐτοῦ. Κατασκιασθείη τὸ στέλεχος τοῦ γένους αὐτοῦ πολυγονίας φύλλοις, καὶ ἡ σκιὰ τοῦ καρποῦ αὐτοῦ ἐπικαλύψαι ὄρη βασίλεια, ὅτι διὰ σοῦ βασιλεύουσι