Oratio ad milites ..... ἀκούων ὑμῶν, ὦ ἄνδρες, τὴν ἐκ τῶν ἔργων μεγίστην εὔκλειαν, οὐκ οἶδα ποῖον ὑμῖν τὸν ἔπαινον ἐκ βασιλικῆς ἄρτι πλέξω τῆς γλώττης

 φεῦγον καὶ ὡς πρόβατον, φησί .. πλανώμενον. Οὐκ ἔχει τὴν ἰσχὺν ἐκ τῆς ἀληθείας· μὴ ταῖς τέχναις αὐτοῦ πιστεύετε καὶ τοῖς δόλοις· δεινός ἐστι, κακότεχ

 

Oratio ad milites ..... ἀκούων ὑμῶν, ὦ ἄνδρες, τὴν ἐκ τῶν ἔργων μεγίστην εὔκλειαν, οὐκ οἶδα ποῖον ὑμῖν τὸν ἔπαινον ἐκ βασιλικῆς ἄρτι πλέξω τῆς γλώττης· οἷα γὰρ ἤκουσταί μοι περὶ ὑμῶν καὶ οἷα διὰ τῆς ἀναφορᾶς ἀνηγγέλη τῶν ἐμῶν πιστῶν θεραπόντων. Ἐκεῖνοι γάρ μοι κατεμήνυσαν ἀκριβῶς, ἐκεῖνοι τὴν ὑμῶν ἀρετὴν φιλαλήθως ἐγνώρισαν, πόσην μὲν τὴν ἀνδρείαν, πόσην δὲ τὴν ὁρμήν, πόσην δὲ τὴν κατὰ τῶν πολεμίων ἐπεδείξασθε γενναιότητα, καὶ ὅπως οὐχ ὡς πρὸς ἄνδρας ἦτε διαμαχόμενοι ἀλλὰ γυναικῶν, οἷον ἀθλίων, κατεπαιρόμενοι, καὶ οὐχ ὡς ἀγῶνα καὶ πόλεμον διανύοντες, ἀλλ' ὡς παίγνιόν τι μᾶλλον αὐτοὺς ποιούμενοι. Καίτοι καὶ ἵπποις ἐπιβεβηκότων αὐτῶν τὸ τάχος, οὐκ ἐφικτοῖς, καὶ ὅπλοις ὀχυρώτατα πεφραγμαίνων, ὅπλοις τὴν τέχνην οὐ μιμητοῖς, καὶ πᾶν ὅ, τι πρὸς ἀσφάλειαν καὶ ἔκπληξιν ἦν, οὐδενὸς ἐλλείποντο. Ἀλλ' ἐπείπερ ἑνὸς ἐστέρηντο τοῦ μεγίστου, τῆς εἰς Χριστὸν ἐλπίδος φημί, πάντα αὐτοῖς εἰς κενὸν ἠλέγχετο καὶ μάταια ἦν· διὰ ταῦτα καὶ ἐγένοντο, φησίν, οἱ νεκροὶ αὐτῶν παράδειγμα ἐπὶ προσώπου πεδίου, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ ὁ συνάγων οὐκ ἦν. Ὑμεῖς δὲ ἐπ' αὐτῇ θαρρήσαντες καὶ τὰς ὑμετέρας αὐτῇ ψυχὰς πιστεύσαντες, τοιαῦτα κατὰ τῶν ἐχθρῶν ἐστήσατε τρόπαια καὶ τοιαύτας ἤρασθε νίκας, αἳ πανταχοῦ μὲν τῆς οἰκουμένης διέδραμον, ὀνομαστοὺς δὲ ὑμᾶς οὐ κατὰ τὰς πατρίδας μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν πόλιν διέθηκαν. Καὶ νῦν ἅπασα γλῶσσα καὶ οὖς ἅπαν, ἡ μὲν τὰ ὑμέτερα λέγει θαύματα, τὸ δὲ πρὸς ἀκοὴν διανίσταται. Ἐν ταύτῃ θαρροῦντας ὑμᾶς καὶ ἔτι βούλομαι, λαὸς ἐμὸς περιούσιος, ἰσχὺς ἐμή, σθένος ἀήττητον, προθύμως μᾶλλον ἢ πρότερον κατὰ τῶν ἐχθρῶν ἀγωνίσασθαι, μᾶλλον δὲ καὶ ἀγωνιεῖσθε. Τοῦτ' οἶδα σαφῶς· αὐτὴ γὰρ ἡ φύσις διδάσκει μὲ τῶν πραγμάτων. Ὁ γὰρ πρὸς τὸν ἀντίπαλον τὸν αὐτοῦ διαγωνισάμενος καὶ νενικηκώς, οὐχ ὡς πρότερον αὐτῷ χρῆται καὶ μετὰ ταῦτα· ἀλλὰ λύσας ἅπαν τὸ δέος, ὁ πρὸ τῆς πείρας αὐτὸν ἐθορύβει, σὺν πολλῷ τῷ θάρσει πρὸς τὸν σαφῶς ἤδη γινωσκόμενον ἐφορμᾷ. Ἄλλωστε δὲ καὶ τοὺς ἐχθροὺς εἰδότες ὡς οὐ μετὰ τῆς αὐτῆς ὁρμῆς ἥξουσιν, εἰς πεῖραν ἐλθόντες ἤδη τῆς ὑμῶν ἀνδρείας, ἀλλὰ συσταλήσονται καὶ ὑπόψονται, καὶ τὸ παθεῖν τὰ ὅμοια τοῖς προτέροις φυλάξονται· καὶ ὅπερ νῦν ὑμᾶς εἰς τόλμαν ἐμβάλλει, τοῦτ' ἐκείνους πάντως εἰς φόβον ὠθεῖ. Θαρσεῖτε τοιγαροῦν, ᾧ ἄνδρες ἐμοί, θαρσεῖτε, καὶ προθυμίας ἐμπλήσατε τὰς ψυχὰς, καὶ τοῖς ἐχθροῖς δείξατε τί μὲν οἱ πεποιθότες εἰς Χριστὸν δύνανται, τί δὲ οἱ Βελιάρ, εἴτουν Μουχοῦμετ, ἐπιγραφόμενοι βοηθόν. Οὐ γὰρ χριστιανῶν μόνον ἐκδικηταὶ καὶ ὑπέρμαχοι, ἀλλὰ καὶ αὐτοῦ Χριστοῦ γίνεσθε, τοῦ κακῶς ὑπ' ἐκείνων ἀθετουμένου. Τί οὖν, ἄνθρωποι μὲν ἴσασι τοὺς ὑπὲρ αὐτῶν ἀγωνιζομένους ἀμείβεσθαι, ὁ δὲ Χριστὸς οὐκ ὀρέξει χεῖρα τοῖς κατὰ τῶν ἐχθρῶν τῶν ἐκείνου ὁπλιζομένοις; Ἐκεῖνος ἡμῖν, ὦ ἄνδρες, ἐκεῖνός ἐστι βοηθός, ὃς κραταιὸς μόνος καὶ δυνατὸς ἐν πολέμοις, οὗ παροξύνεται μὲν κατὰ τὴν ἀστραπὴν ἡ μάχαιρα, μεθύσκεται δὲ τὰ βέλη ἐξ αἵματος τῶν ἀνθεστηκότων αὐτῷ, ὃς συντρίβει τόξα καὶ τίθησι πόλεις ὀχυρὰς εἰς χῶμα, καὶ ὀφθαλμοὺς μὲν ὑπερηφάνων ταπεινοῖ, τῶν δέ γε ἐπ' αὐτὸν ἐλπιζόντων διδάσκει μὲν τὰς χεῖρας εἰς πόλεμον, τίθησι δὲ τόξον χαλκοῦν τοὺς βραχίονας, δίδωσι δὲ αὐτοῖς ὑπερασπισμὸν σωτηρίας. Ἐπ' αὐτῷ τοιγαροῦν ὅλην τὴν ἐλπίδα θῶμεν, ἀντὶ πάντων ὅπλων τῷ ἐκείνου σταυρῷ φραξώμεθα, ᾧ καὶ πρῴην ὑμεῖς ὁπλισάμενοι τοὺς τοῦ Χαμβδᾶν κραταίους τοὺς μὲν ἔργον μαχαίρας πεποιήκατε, τοὺς δέ, κατὰ τοὺς πρόπαλαι Αἰγυπτίους, ὕδατι παρεδώκατε. Ἐκείνους ὁ μιαρὸς Χαμβδᾶν εἶχεν ἐφ' οἷς ἤλπιζεν, ἐκείνους ἠκούομεν εἶναι τὸν ὅλον αὐτοῦ βραχίονα καὶ τὸ σθένος. Οἱ δὲ τοὺς οὕτω γενναίους εὐχερῶς τροπωσάμενοι, τί πρὸς τοὺς ὑπολειφθέντας ἀχρείους καὶ μάλιστα περιδεεῖς ὄντας καὶ πεφοβημένους φανήσεσθε; Ὧν οὐδὲν ἴσως ἀπᾴδει τὸ παρὰ τοῦ θείου ῥηθὲν Ἠσαΐου ὅτι "ἔσονται οἱ ἐγκαταλελειμμένοι ὡς δορκάδιον