Ad Carthaginiense concilium
Καὶ ὑπέγραψαν. Ὁ κύριος ἡμῶν φυλάξοι σε ἡμῖν ἐπὶ πλείστους χρόνους, μακαριώτατε ἀδελφέ. Ὑπέγραψαν ὁμοίως· Ἀλύπιος, Αὐγουστῖνος, Ποσείδιος, Μαρῖνος καὶ οἱ λοιποὶ ἐπίσκοποι. Ἄρχεται τὰ πρὸς τὴν ἐν Ἀφρικῇ σύνοδον ἀντίγραφα Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ἐν οἷς τὰ αὐθεντικὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀπὸ γραϊκοῦ μεταβληθέντα διὰ Ἰννοκεντίου πρεσβυτέρου ἀπέστειλεν· αἵτινες ἐπιστολαὶ μετὰ τῆς ἐν Νικαίᾳ συνόδου διὰ τοῦ μνημονευθέντος Ἰννοκεντίου πρεσβυτέρου καὶ Μαρκέλλου ὑποδιακόνου τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ ἁγιωτάτῳ Βονιφατίῳ, ἐπισκόπῳ τῆς ῥωμαϊκῆς ἐκκλησίας τῇ πρὸ ἓξ καλανδῶν δεκεμβρίων ἀπεστάλησαν. Κυρίοις τιμιωτάτοις καὶ ἁγιωτάτοις ἀδελφοῖς καὶ συνεπισκόποις Αὐρηλίῳ, Βαλεντίνῳ καὶ πάσῃ τῇ ἐν Καρχηδόνι συναθροισθείσῃ ἁγιωτά 423 τῃ συνόδῳ, Κύριλλος ἀσπαζόμενος ἐν κυρίῳ τὴν ὑμετέραν ἀγάπην. Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας τιμιότητος πολλὴν ἔχοντα θρησκείαν μετὰ πάσης χαρᾶς διὰ τοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου ἐδεξάμην.
Τούτων δὲ παρ' ἡμῶν ἐλπισθέντων, ὥστε ἐκ τοῦ τῆς ἡμετέρας ἐκκλησίας σκρινίου τὰ ἀληθέστατα ἴσα τῆς ἐν τῇ Νικαέων μητροπόλει τῆς Βιθυνίας αὐθεντικῆς συνόδου, τὰ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ βεβαιωθέντα ὑποκάτω τῆς ὁμολογίας τῆς ἡμετέρας πίστεως τῇ ὑμετέρᾳ ἀγάπῃ ἡμᾶς ἀποστεῖλαι, ἀναγκαῖον ἡγησάμην, κύριοι τιμιώτατοι ἀδελφοί, ἀσπασμοῦ προηγουμένου, διὰ τοῦ αὐτοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου τὰ πιστότατα ἴσα τὰ τῆς αὐθεντικῆς συνόδου τῆς ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας ἐχόμενα τῇ ἡμετέρᾳ ἀποστεῖλαι ἀγάπῃ, ὅπερ 424 καὶ ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ζητοῦντες εὑρήσετε.
Περὶ δὲ τοῦ πάσχα, ὡς ἐγράψατε, ἀγγέλλομεν ὑμῖν τῇ πρὸ δεκαεπτὰ καλανδῶν μαΐων ἡμᾶς ἐπιτελέσοντας τῇ ἐπεισερχομένῃ ἰνδικτιῶνι. Ἡ ὑπογραφή. Ὁ θεὸς καὶ ὁ κύριος ἡμῶν τὴν ἁγίαν ὑμῶν σύνοδον φυλάξοι, ὅπερ εὐχόμεθα, τιμιώτατοι ἀδελφοί.