Collectio dictorum veteris testamenti
ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΑΝΑΓΩΓΙΚΩΣ ΕΡΜΗΝΕΥΟΜΕΝΩΝ ΡΗΤΩΝ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
Ἐρανισθεῖσα κατὰ σύνοψιν καὶ σαφεστέραν ἀπαγγελίαν, ἔκ τε τῶν τοῦ θεσπεσίου Κυρίλλου, καὶ τῶν τοῦ μεγάλου Μαξίμου, καὶ λοιπῶν ἐξηγητῶν.
ΒΙΒΛΟΣ ΓΕΝΕΣΕΩΣ.
77.1176 Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ, ἡ σάρξ ἐστι τοῦ γεωθέντος νοῦ· οὗ ἔργα τὰ πάθη τῆς ἀτιμίας. ∆ιὸ καὶ κατήραται. Ἥτις σὰρξ ἀναδίδωσιν αὐτῷ, ὡς μὲν ἀκάνθας, μερίμνας, καὶ φροντίδας· ὡς δὲ τριβόλους, πειρασμοὺς, καὶ κινδύνους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν. Τὸ δὲ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, λαμβάνοιτ' ἂν καὶ περὶ πράξεως καὶ θεωρίας· ἐν πόνῳ γὰρ τῆς πρακτικῆς φάγῃ τὸν ἄρτον τῆς θεωρητικῆς. Κάϊν μὲν, τὸ φρόνημα τῆς σαρκὸς, ὃ πρῶτον ἐγέννησεν ὁ Ἀδὰμ, διὰ τῆς παρακοῆς· Ἄβελ δὲ, τὸ φρόνημα τοῦ πνεύματος, ὅπερ ὕστερον ἐγέννησεν ὁ αὐτὸς Ἀδὰμ, διὰ τῆς μετανοίας. Τὸ τοίνυν κατὰ τὸν Ἄβελ φρόνημα τοῦ πνεύματος πρὸ τῆς τελείας ἕξεως συνεξελθεῖν τῷ κατὰ τὸν Κάϊν φρονήματι τῆς σαρκὸς εἰς τὸ πεδίον, λέγω δὲ τὸ πλάτος τῆς φυσικῆς θεωρίας, ἀποκτείνεται παρ' αὐτοῦ. Καλὸν γὰρ πρὸ τῆς τελείας ἕξεως, μὴ ἅπτεσθαι φυσικῆς θεωρίας, ἵνα μὴ λόγους πνευματικοὺς ἐκ τῶν αἰσθητῶν ἐπιζητοῦντες ..... πάθη συλλέγοντες. Ἐν γὰρ τοῖς ἀτελέσι, πλέον τὰ φαινόμενα τῶν αἰσθητῶν σχήματα δυναστεύει πρὸς τὴν αἴσθησιν, ταῖς πρὸς τὴν ψυχὴν, οἱ ἐγκεκρυμμένοι φαινομένοις σχήμασι, λόγοι τῶν γεγονότων. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Κάϊν μὲν ὁ τῆς γαστριμαργίας λογισμός. Ἑπτὰ δὲ ἐκδικούμενα, τοῦτ' ἔστι, κολάσεως ἄξια. Ὁ τῆς πορνείας λογισμὸς καὶ τῆς φιλαργυρίας, καὶ ὁ τῆς λύπης, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς ἀκηδίας, καὶ ὁ τῆς κενοδοξίας καὶ ὁ τῆς ὑπερηφανίας. Ὁ τοίνυν τὴν γαστριμαργίαν ἀποκτείνας δι' ἐγκρατείας συναπέκτεινεν αὐτῇ καὶ τὰ παρεπόμενα αὐτῇ· πάθη, παραλύσας τὰς συναφείας. 77.1177 Περὶ τῆς πυργοποιΐας. Οἱ τὸν τῆς Χαλάνης πύργον οἰκοδομοῦντες, τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς θεογνωσίας, ἦλθον εἰς τὴν γῆν Σενὰρ τὴν ἑρμηνευομένην Βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεοῦ δόξας καταπεσόντες, τὸν ἑκάστης λόγον δόξης οἱονεὶ πλίνθους τινὰς συνθέντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν. Ὥσπερ τῷ Ἀβραὰμ οἰκοῦντι μὲν ἐν τῇ ἰδίᾳ γῇ οὐκ ὤφθη Κύριος· κληθέντι δὲ καὶ ἐξελθόντι, καὶ εἰς τὴν ὑποδειχθεῖσαν γῆν ἀφικομένῳ ὤφθη καὶ τὰς μεγάλας ἐπαγγελίας δέδωκε, καὶ θυσιαστήριον ἀφῆκεν οἰκοδομεῖν καὶ θῦσαι· οὕτω καὶ ἡμῖν παραμένουσι τῷ κόσμῳ, καὶ ταῖς οἰκοδομικαῖς ἡδοναῖς, οὐδεμία γίνεται θεόθεν ἔλλαμψις· πειθομένοις δὲ τοῖς θείοις προστάγμασι, καὶ ἔνθα κελεύει Κύριος ἀφικνουμένοις, ἐμφανίζει μὲν τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ἐγχωρεῖ· παρέχει δὲ μεγάλας ἐλπίδας, ῥωννύει δὲ τὸν νοῦν ἡμῶν· ὡς ἐγεῖραι μὲν αὐτῷ θυσιαστήριον, τὴν καρδίαν· θύειν δὲ πράξεις ἀγαθὰς, καὶ θεωρίας πνευματικάς. Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον. Ὅταν ὁ νοῦς ἑκάστου λιμῷ περιπέσῃ θείων ἐννοιῶν καὶ τῆς διατρεφούσης τὴν ψυχὴν πνευματικῶς βρώσεως,