Commentarii in Lucam
76 { ZU LK 9, 23 f Οἱ γενναῖοι τῶν στρατηγῶν τοὺς τῶν τακτικῶν ἐπιστήμονας ἀκονῶσι πρὸς εὐτολμίαν οὐ μόνας αὐτοῖς τὰς ἐκ τοῦ νικῆσαι τιμὰς ὑπισχνούμενοι, ἀλλὰ γὰρ καὶ αὐτὸ τὸ παθεῖν εὐκλεὲς εἶναι λέγοντες καὶ πάσης αὐτοῖς εὐφημίας πρόξενον· οὐ γάρ ἐστι τῶν ἐνδεχομένων τοὺς ἐθέλοντας εὐδοκιμεῖν ἐν μάχαις μὴ οὐχὶ καὶ τὰς ἐκ τῶν ἀνθεστηκότων ὑπομένειν ἔσθ' ὅτε πληγάς. πλὴν οὐκ ἄμισθον ἔσται τὸ παθεῖν αὐτοῖς· ἐπαινεθήσονται γὰρ ὡς τοῖς πολεμίοις ἐπιπηδήσαντες, καὶ αὐτὸ τὸ πάθος μαρτυρήσει πάντως αὐτοῖς ὅτι φρονήματι κέχρηνται σφόδρα νεανικῷ. τοιοῦτο διδάσκοντα ὁρῶμεν καὶ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀφορμὴ δὲ γέγονεν αὐτῷ τοῦ τοιοῦδε λόγου τὸ προαπαγγεῖλαι τοῖς μαθηταῖς ὅτι χρὴ πάντως αὐτὸν τὰς ἐκ τῶν Ἰουδαίων ἐφόδους ὑπενεγκεῖν ἐμπαιχθῆναί τε παρ' αὐτῶν καὶ ἐμπτυσθῆναι καὶ ἀποκτανθῆναι καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ. ἵνα τοίνυν μὴ ὑπολάβωσιν ὅτι πείσεται μὲν αὐτὸς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὰς ἐκ τῶν φονώντων ἐπηρείας, αὐτοῖς γε μὴν ἔξεστι διαβιοῦν ἀνειμένως, ἀναγκαίως δεικνὺς ὅτι διὰ τῶν ἴσων ἀνδραγαθημάτων ἰέναι χρὴ τοὺς τῆς παρ' αὐτοῦ δόξης ἐπιθυμοῦντας τυχεῖν, μονονουχὶ καὶ διαμαρτύρεται λέγων τὰ προκείμενα· ἔδει γάρ, ἔδει τοὺς εἰς τοιαύτην λειτουργίαν προκεχειρισμένους εὐσθενεστάτους εἶναι καὶ νεανικούς, ὡς μηδὲν ὑφορᾶσθαι τῶν δεινῶν. ὁ τοιοῦτος ἑαυτὸν ἀρνήσεται μονονουχὶ καὶ ἀποταξάμενος τῇ παρούσῃ ζωῇ ὑπέρ γε τοῦ 77 ἀγαθοῦ καὶ τῆς εἰς Χριστὸν ἀγάπης. οὕτως τις ἀκολουθήσει Χριστῷ μονονουχὶ κεκραγώς τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστὸν ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς τοιοῦτος ἦν ὁ μακάριος Παῦλος φάσκων· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἄριστα δὴ οὖν κατευμεγεθεῖν ἐπιτάττει παντὸς πειρασμοῦ τε καὶ διωγμοῦ εὖ εἰδότας ὅτι οἱ τὰ αὐτοῦ ζηλοῦν ἐθέλοντες ἔσονται κοινωνοὶ καὶ μέτοχοι τῆς δόξης αὐτοῦ. οὐ γὰρ εἴ τις γένοιτο τῶν τοῦ θανάτου δεσμῶν καταφρονητής, οὗτος ἀπόλωλεν· ἐν γάρ τοι τῷ ἀπολέσαι τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει μᾶλλον αὐτήν, ὡς ἔν γε τῷ εὑρεῖν ὑποστήσεται τὴν ἀπώλειαν. {3Zu Lk 9, 25a }3 Ὅτι δὲ κρεῖττον ἀπαραβλήτως τῆς ἐν κόσμῳ λαμπρότητος καὶ τρυφῆς τὸ εὐδοκιμεῖν ἐστιν ἐν ἀγάπῃ τῇ κατὰ Χριστόν, διαδείκνυσιν εἰπών· {3Zu Lk 9, 25b Ὅταν γάρ τις εἰς τὸ παραυτίκα ἡδὺ μᾶλλον ἢ τὸ χρήσιμον ἀποβλέπων παραιτήσηται μὲν τὸ παθεῖν, ἕληται δὲ τὸ διαβιῶναι λαμπρῶς, κἂν εἰ πλοῦτον ἔχοι καὶ περιουσίαν χρημάτων, τί τὸ ὄφελος ἐντεῦθεν αὐτῷ τὴν ψυχὴν ἀπολέσαντι; παράγεται γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ἐν ἴσῳ σκιαῖς μετακλίνεται τὰ τερπνὰ καὶ ἀφίπταται τῶν ἐχόντων ὁ πλοῦτος· οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου. 78 {3Zu Lk 9, 26a }3 Ἵνα δὲ καὶ τὸν τοῦ ἐθελῆσαι πονεῖν ἐναργῆ καταστήσῃ μισθόν, ἐπιφέρει τούτοις καί φησιν· {3Zu Lk 9, 26b Πολλὰ δὲ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν γὰρ δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτόν τε καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. τί δ' ἂν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης τὰ γέρα καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν