Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ. ΒΙΒΛΙΟΝ Αʹ. ΛΟΓΟΙ ΕΞʹ.
[ΠΡΟΟΙΜΙΟΝ.] Ἀσυμφανὴς μὲν ἀεὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, μεμέστωται δὲ τῶν κεκρυμμένων ἐννοιῶν, καὶ μυ- στηρίων ἡμῖν τῶν θείων ὠδίνει προαγόρευσιν. Τέ- λος γὰρ νόμου, καὶ προφητῶν ὁ Χριστὸς, καθὼς γέ- γραπται. Χρῆναι δὲ φημὶ, τοὺς ἐθέλοντας διατρανοῦν τὰ οὕτως ἰσχνὰ, καὶ αἰνιγματώδη τῶν θεωρημάτων πλάτη διανοίας ὄμματι περιαθρεῖν ἐπείγεσθαι, καὶ μάλα εὐφρόνως τοῦτο μὲν, τῆς ἱστορίας τὸ ἀκριβὲς, τοῦτο δὲ, τῆς πνευματικῆς θεωρίας τὴν ἀπόδοσιν, ινα πανταχόθεν τοῖς ἐντευξομένοις ἐκβαίη τὸ ὠφε- λοῦν, καὶ ἡ τῆς τῶν προκειμένων ἐννοίας διασάφησις οὐδὲν ἔχουσα τὸ ἐνδεὲς διαφαίνοιτο. Οἶδα μὲν οὖν ὅτι φθάσαντές τινες προγεγράφασιν εἰς ταῦτα, καὶ μα- κροὺς ἡμῖν περὶ αὐτῶν ἐποιήσαντο λόγους· ἀπόχρη δὲ οἶμαι τουτὶ, καὶ πρός γε τὸ δεῖν ἑτέροις ὄκνου πρόφασιν οὐκ ἀγεννῆ παρασχεῖν, ἀναπεῖσαί τε σιω- πῆσαι ἑλέσθαι μᾶλλον, οἷς ἕτεροι προειρήκασιν ἐπει- πεῖν καινὸν μὲν οὐδὲν, ταυτοεπεῖν δὲ μᾶλλον, καὶ διὰ τῶν αὐτῶν ἰέναι θεωρημάτων. Ἐπειδὴ δὲ κἂν τοῦτο συμβαίνῃ παθεῖν, τὸ λυποῦν ἂν εἴη παντελῶς οὐδὲν, καὶ διὰ τῆς τῶν πλειόνων συμφωνίας ἐμπεδοῦσθαι πρὸς ἀλήθειαν τοὺς ἀκροωμένους, ὄκνου κρείττονα γενέσθαι καὶ νῦν ἐμαυτὸν ἀναπείθω, τὸν ἐπ' ἀγαθοῖς 70.12 σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰσ- άπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ' ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύ- νοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον. Γέ- γραπται γὰρ, ὅτι "6Πλατεῖα ἡ ἐντολή σου σφόδρα."6 Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαΐας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημο- νεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ και- ροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφη- τείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων. Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικη- μένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπ- εχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γε- γονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ' ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμ- βάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη. Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐ- τὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυ- σίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς