De sancta trinitate DE SACROSANCTA TRINITATE LIBER SANCTO CYRILLO ASCRIPTUS
ΚΕΦΑΛ. Αʹ.
Ἐπειδὴ πρώτιστον ἡμῖν τοῖς Χριστιανοῖς καὶ πάντων ἀναγκαιότατον εἰδέναι τὴν εὐσέβειαν, καὶ ταύτην ἀσπάζεσθαι, καὶ ταύτῃ συζῇν, καὶ ζωῆς τῆς παρούσης συνεκδημεῖν· ἄξιόν ἐστι πιστεύειν καὶ ὁμολογεῖν καὶ κηρύττειν ἡμᾶς, ὅτι Θεὸς εἶς ἐστιν, ἤγουν μία Θεότης, οὐσία ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ προαιώνιος, ἀγέννητος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἀκατάληπτος, ἀπερινόητος, ἀπερίγραπτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀναφὴς, ἀόρατος, ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἄῤῥητον οὖν τὸ Θεῖον καὶ ἀκατάληπτον. Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὔτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεὸν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν· οὐκ ἀνθρώπων μόνον, ἀλλ' οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ. Πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ' αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις, καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μὲν καὶ προφητῶν πρότερον· ἔπειτα δὲ καὶ διὰ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὸ ἐφικτὸν ἡμῖν, τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων δεχόμεθα καὶ γινώσκομεν καὶ 77.1121 ὁμολογοῦμεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες. Ἀδύνατον γὰρ παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης ἡμῖν εἰρημένα εἰπεῖν τι περὶ Θεοῦ, ἢ ὅλως ἐννοῆσαι. Ὅτι μὲν οὖν ἔστι Θεὸς, τοῖς μὲν τὰς ἁγίας δεχομένοις Γραφὰς, τήν τε Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην φημὶ, οὐκ ἀμφιβάλλεται, οὐδὲ τοῖς τῶν Ἑλλήνων πλείστοις. Ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ Πονηροῦ κακία κατὰ τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον, καὶ πάντων τῶν κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεὸν (ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ προφήτης ἔφη ∆αβίδ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός.) Οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ φωτισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι, τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνήγαγον. Ὁμοίως καὶ οἱ τούτων τῆς τε χάριτος καὶ τῆς ἀξίας διάδοχοι ποιμένες τε καὶ διδάσκαλοι τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι, τῇ τε τῶν θαυμάτων δυνάμει, τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον, καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μήτε τῶν θαυμάτων, μήτε τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν)· φέρε ὀλίγα παρὰ τῶν δεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλεσάμενοι.
ΚΕΦΑΛ. Βʹ.