Encomium in sanctam Mariam deiparam
̓Εγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον.
Φαιδρὸς ἡμῖν ὁ λόγος, καὶ χάριτος ἐμπεπλησμένος, ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος. Καὶ γὰρ σφόδρα μου ἐν λύπῃ ὑπάρχοντος διὰ τὴν παράνομον βλασφημίαν Νεστορίου διήπειρον τοῦτο τὸ πολύκλονον καὶ πολυειδὲς καὶ ἀγγελικὸν καὶ ἐπουράνιον θέατρον. Ουτοι οἱ τῆς εὐσεβείας διδάσκαλοι, οἱ στύλοι καὶ οροφοι τῆς πίστεως, οἱ πύργοι οἱ ἀσάλευτοι, οἱ λιμένες οἱ γαμνοφόροι, οἱ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι, οἱ σοφοὶ ἀρχιτέκτονες, οἱ τὸν αἰθέριον πλοῦν, καὶ ἰσάγγελον βίον ἐπὶ γῆς διάγοντες, οἱ τῶν προφητῶν σύσκηνοι, καὶ τῶν ἀποστόλων σύνθρονοι, καὶ τῶν ἁγίων ̓Εκκλησιῶν προστάται, οἱ τῆς μιαρᾶς βλασφημίας εκδικοι, οἱ τῆς ἡμετέρας πτωχείας, μᾶλλον δὲ εὐφημίας, σοφοὶ ἀντιλήπτορες, οἱ τὸν καλλιεπῆ καὶ θεόμορφον τῆς ἀρχιερωσύνης θρόνον ἐπέχοντες, οἱ τὰ μελίῤῥυτα πηγάζοντες νάματα, οἱ τῆς Θεοῦ φρονήσεως πνευματικοὶ ῥήτορες, οἱ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ ὁδοιπορίᾳ βαδίσαντες, ους ουτε καύσων, ουτε πελάγη θαλάττης, 77.1032 ουτε κυμάτων μαινομένων θυμὸς αγριος, οὐ ζαλώδεις τρισκυμίαι εἰς οκνον ἐνέβαλεν, ἀλλὰ τοῖς πιστοφόροις βήμασι σκιρτῶντες ἐνταῦθα γεγόνασι, πάντα οκνον καταλείψαντες διὰ πόθον, μᾶλλον δὲ φόβον Κυρίου, καὶ ἀναλαβόντες τὸν σταυρὸν ὡς σοφοὶ εκδικοι τῆς Θεοτόκου Μαρίας, ἐνταῦθα παραγεγόνασιν. ∆ιὸ καὶ θαῤῥοῦντες ταῖς εὐχαῖς αὐτῶν ταῖς ἁγίαις, ὀλίγα τινὰ χαιρετίσωμεν ταύτην τὴν πόλιν, καὶ ουτως ἐπὶ τὰ ἐγκώμια τῆς Θεοτόκου ἐκτενῶ μου τὸν λόγον.
Χαίροις, ω ̓Εφεσίων πόλις, μᾶλλον δὲ θαλασσοθέα, διότι ἀντὶ λιμένων ἐπιγείων λιμένες ἀγγελικοὶ καὶ ἐπουράνιοι πρὸς σὲ παραγεγόνασιν. Χαίροις, τῆς ̓Ασιανῆς διοικήσεως τὸ καύχημα, οτι καθάπερ μαργαριτῶν τιμίων τοῖς τῶν ἁγίων ναοῖς κύκλῳ περιοικοδομῆσαι, καὶ νῦν ὑπὸ πολλῶν ἁγίων Πατέρων καὶ πατριαρχῶν ἰχνοπατουμένη ἁγιάζῃ. Εὐλογοῦνται γὰρ ἀληθῶς καὶ αἱ πύλαι, καὶ αἱ ῥύμαι, καὶ οἱ λιμένες, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ.Οπου γὰρ πολλοὶ ποιμένες ἐλαύνουσιν, πολὺς γίνεται δι' αὐτῶν ὁ τῆς ἁγιωσύνης σύλλογος· καὶ μάλιστα ουτοι οἱ φιλόθεοι καὶ φιλόπιστοι, καὶ ἰσάγγελοι, ἐξελαύνουσι πᾶσαν σατανικὴν ἐνέργειαν, καὶ ̔Ελληνικὴν εἰδωλομανίαν, Πορφυριανῶν τε καὶ Σαβελλιτῶν, Φρυγῶν τε καὶ ̓Απολιναριτῶν, Φωτινῶν, καὶ ....... καὶ πᾶσα ἁπλῶς αιρεσις μιαρὰ καταισχύνεται, δοξάζεται δὲ τὸ τῆς ὀρθοδόξου πίστεως καύχημα. Χαίροις δὲ καὶ αὐτὸς, τρισμακάριε ̓Ιωάννη, ἀπόστολε καὶ εὐαγγελιστὰ, τῆς παρθενίας τὸ καύχημα, τῆς ἁγνείας διδάσκαλε, τῆς τῶν δαιμόνων πλάνης ἐξολοθρευτὰ, τοῦ ναοῦ τῆς ̓Αρτέμιδος καθαιρέτα, τῆς ̓Εφεσίων λιμὴν καὶ πρόμαχος, τῶν πτωχῶν τροφεὺς, τῶν θλιβομένων καταφυγὴ, τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Χαίροις, ἀμίαντον σκεῦος σωφροσύνης ἐμπεπλησμένον.
Σοὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἀναλαμβανόμενος τὴν Θεοτόκον καὶ ̓Αειπαρθένον, ὡς παρθένῳ παρέδωκεν. Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε, Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον. Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη, Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα· μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα, καὶ γάλακτι σῷ τραφέντα· δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα. Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου, μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου, καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν, καὶ ἡ πύλη σου ἐκέκλειστο. Συνέλαβες γὰρ ἀσπόρως, θεοπρεπῶς δὲ ἐγέννησας. Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς, μᾶλλον δὲ αγιος, καθὼς βοᾷ ὁ προφήτης ∆αβὶδ λέγων·