Epistula canonica ad Domnum ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ Κύριλλος ∆όμνῳ Α Περὶ τοῦ ἐπίσκοπον καθαιρεθέντα καὶ τοῦ ἱερουργεῖν

 ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοὺς κατὰ καιρὸν τὴν θείαν διέποντας ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.

Epistula canonica ad Domnum ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ Κύριλλος ∆όμνῳ Α Περὶ τοῦ ἐπίσκοπον καθαιρεθέντα καὶ τοῦ ἱερουργεῖν

παύεσθαι.

Ἕκαστα τῶν καθ' ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρωνται κανονικῆς εὐταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥ 277 περ ἂν γένοιτο περί τινων, ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι, τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατόν τε καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ δὲ κλαίοντος καὶ τῆς ἐκνεμηθείσης ἐκκλησίας αὐτῷ παραλόγως κεκινῆσθαι λέγοντος.

Ἦν δ' ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἢ γοῦν, εἴπερ ἦν ἄξιος τοῦ μὴ προεστάναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ' ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ' ἐμοῦ λόγος, ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές· ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ 278 ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προστεθῆναι κανονικήν. Εἰ δ' ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστάναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος· ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι, καὶ ἀθέσμως ἐκβεβλῆσθαι, προσεπάγων ὅτι καὶ ἡρπάσθη πάντα τὰ προσήκοντα αὐτῷ χρήματα.

Ἡ σὴ τοιγαροῦν ὁσιότης ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ' ἡμῶν δυσωπηθεῖσα γράμματα, στη 279 σάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους· οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν, ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ' αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδὲν ἐστὶ τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.

Β Περὶ τοῦ πάντων τῶν ἐκκλησιαστικῶν ἔχειν τὴν ἐξουσίαν τὸν ἐπίσκοπον. Τὰ δὲ ἀδίκως ληφθέντα παρ' αὐτοῦ χρήματα ἀναδοθῆναι δίκαιον κατὰ δύο

τρόπους. Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον, καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπαν 280 ταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους, τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτε οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας· ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ· κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ἀνεκποιήτως ταῖς