Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΟΙΜΙΟΝ.
69.717 Ἱεροὶ μὲν λόγοι καὶ θείων ἄθροισις μαθημάτων, εὐκλεᾶ τοῖς εἰρηκόσιν
περιποιοῦσι τὴν ὄνησιν· "Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν." Χρῆναι δὲ οἶμαι πονεῖν, καὶ μάλα προθύμως, ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τῶν ἀξιαγά στων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν, ἁλώσιμα γένοιτ' ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέ λουσιν περὶ αὐτῶν. Ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον. Σφόδρα γὰρ αὐτῇ ἐν Ἐκκλησίᾳ Κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ· δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κα τασταθέντες ὑπὸ τοῦ ∆αβὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰ νεῖν τὸν Κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται. Περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος, ἢ ὀβέλου, ἢ λημνίσκου, ἤ τινος ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ, τῇ τοῦ Κυρίου χάριτι ὁδηγούμενος καὶ συμ βιβαζόμενος τῇ ἐκείνου δυνάμει, λέξω καὶ πάλιν. Καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ Κυρίου χάριτι.
ΨΑΛΜΟΣ Αʹ.
Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται (Cod. B. f. 3 b.) Πρὸ μὲν γὰρ τοῦ
Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνα σθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπ έφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρε τὴν ἡμᾶς ἀποφέρουσα τρίβος. Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. (A f. 10 b, B f. 4, E f. 1 b.) Ἕπεται δέ τις αὐτοῖς ἔσθ' ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσε βέσιν κολάσεσι περιπεσεῖν. -Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ' οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [B. E. addunt ἢ συγγνώ μης] ἄξιοι, ἀλλ' οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος ∆αβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος.
ΨΑΛΜΟΣ Βʹ.
Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; (A f. 12.) Καὶ ἐνταῦθα δὲ
σαφέστερον τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶ δες ἐν λογισμοῖς, μονονουχὶ καταιτιᾶται λέγων· "Ἵνα τί ἐφρύαξαν ἔθνη; -Καὶ ἑτέρως δὲ μάτην ἐμελέτησαν τὰ τῶν προφητῶν βιβλία, τὸν ὑπ' αὐτῶν κηρυττόμενον Σωτῆρα τοῦ γένους μὴ παραδεξάμενοι. Ἐγὼ δὲ