Fragmenta in Jeremiam FRAGMENTA EX CATENISIN IEREMIAM.
70.1452
Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, κ.τ.λ. ∆ιαμέμνηται ὀρῶν καὶ βουνῶν, ἐπείπερ ἐν αὐτοῖς κατὰ τοὺς ἀρχαίους ἐκείνους καιροὺς ἱερά τε καὶ τεμένη δειμάμενοι καὶ βωμοὺς ἀναστήσαντες, τοῖς δαιμονίοις χαριεστάτας προσεκόμιζον θυσίας. Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Αἰσχύνην λέγουσι τὴν ἀληθῶς ἀκλεᾶ καὶ ἀδοξοτάτην εἰδωλολατρείαν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν, ἣ καὶ τοὺς μόχθους τῶν πατέρων αὐτῶν κατανάλωσε· δεδαπανήκασι γὰρ ἱερουργοῦντες τοῖς δαίμοσι τὰ πρόβατα αὐτῶν, καὶ τοὺς μόσχους αὐτῶν, καὶ φρονήσεως ζημίαν ὁμοῦ τοῖς οὖσιν ὑπέμειναν. Οἴ μοι! ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνηρημένοις.
Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ. Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις, καὶ προχείρως μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλὴμ, εἰργόμενον δέ πως ὑφ' ἑαυτοῦ, μονονουχὶ δὲ καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον· ζητοῦντα δ' οὖν ὅμως τὸ κατοικτείρειν τὰς ἁμαρτίας, καὶ ἐφ' ἑνὶ θέλοντα καταλύειν τὰ ἐξ ὀργῆς; Ἕνα γὰρ ἄνδρα τοὺς περιθέοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διετάττετο. Καὶ ἐγὼ εἶπα· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν, κ.τ.λ. Τὸ προὖχον καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ. Καὶ τοῦτο σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστὸς, Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον, κ.τ.λ. Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· ∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; Οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα; 70.1453 Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ κτίσει τὸ σέβας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς ἰδίαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας. ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Ἠσχύνθησαν σοφοί. Σοφοὺς ἔοικεν ἐν τούτοις ὑποδηλοῦν τοὺς τῶν Ἑλλήνων λογάδας, ποιητάς τε καὶ συγγραφέας· οἳ γλῶτταν μὲν ἔχουσιν εὐφυᾶ καὶ περιειργασμένην, καὶ ταῖς τῶν λόγων κομψείαις ἐξησκημένην εἰς τὸ ἐπίχαρι, φρονήσεως δὲ τῆς ἀληθοῦς ἀμέτοχοι τὴν καρδίαν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἑξῆς. Οὐκοῦν σοφοὶ μὲν, τό γε ἧκον εἰς φωνὴν καὶ γλῶτταν, ἄσοφοι δὲ εἰς τὴν καρδίαν. Ἡ δὲ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι, κατὰ τὸ γεγραμμένον. Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν τὸ ἀποφοιτῆσαι Θεοῦ καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ' αὐτοῦ χάριτος καὶ ἐπικουρίας. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Πρὸς σὲ ἔθνη. Εἰ γὰρ καὶ γεγόνασιν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σώζονται καὶ δοξάζονται παρὰ Χριστοῦ.
Ἀπαρχὴ δὲ τούτων γεγόνασιν οἱ ἀθλοφόροι μάρτυρες, ὧν τῆς εὐκλείας ἡ φαιδρότης ὅλην ἀστράπτει τὴν ὑπ' οὐρανόν. Καὶ ἔσται ὡς τὸ ξύλον. Οὐ γὰρ ἐπὶ πλούτῳ μέγα φρονεῖ, οὔτε μὴν διακένων δοξαρίων ἐκτὸς γεγονὼς τὴν ὀσφὺν ὑψηλήν (σιξ)· εἰκαιότητος γὰρ ταῦτα, καὶ ἕτερον οὐδέν. Καὶ γάρ ἐστιν ἀσφαλὲς ἐνέχυρον εἰς σωτηρίαν, τὸ ἐπὶ Θεῷ πεποιθέναι τῷ πάντα ἰσχύοντι· τὸ δὲ ἐφ' ἑτέροις τισι ποιεῖσθαι τὴν ἐλπίδα, μάταιον καὶ ἀνωφελές. Ἰδοὺ ὡς ὁ πηλός. Μεταπλάττει