Homilia habita in ecclesia Cyrini
Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν
ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ
γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ <καὶ> φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.