Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ὁ ἐν ἀρχῇ πρὸ τῶν αἰώνων πρὸς τὸν Θεὸν Θεὸς Λόγος, τῶν ἡμετέρων ψυχῶν τὸ λύτρον, τοῦ διαβόλου ὁ πόλεμος, τῆς οἰκουμένης ἡ ἐλευθερία· ὁ πάντα λόγῳ τεκταινόμενος πρὸς τὸ ἡμᾶς εἰς τὴν αὐτοῦ ἀξίαν χάριτι ἀναγαγεῖν· ὁ πεπτωκότας ἡμᾶς διὰ τὴν ἁμαρτίαν ἐγείρας τῷ ὑποκύψαι πρὸς ἡμᾶς διὰ τῆς ἐνανθρωπήσεως· ὁ θανατωθέντας ἡμᾶς διὰ τὴν παρακοὴν ἀναγεννήσας διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας καὶ τὸν πατέρα μὴ καταλείψας· ὁ τὴν γῆν πατήσας καὶ τοὺς οὐρανοὺς ἡνίκα ὢν σὺν ἡμῖν σωματικῶς πληρῶν ἑαυτοῦ· ὁ πάντα γενόμενος ὅσα ἡμεῖς χωρὶς ἁμαρτίας καὶ μείνας ἄτρεπτος· ὁ μηδὲν παθεῖν δι' ἡμᾶς παραιτησάμενος, ἵνα ἡμᾶς εἰς ἀπάθειαν ἀγάγῃ· ὁ σταυρῷ προσηλωθεὶς καὶ τὰ τοῦ παραδείσου κλεῖθρα ἀναπετάσας· οὗτος ὁ τὴν πρὸς τὸν διάβολον πάλην δι' ἡμᾶς ἀναδεξάμενος καὶ τῆς ἁμαρτίας θλάσας τὸ κέντρον καὶ τῶν Ἰουδαίων τεφρώσας τὸ φρόνημα τῆς τε ἱεροσύνης αὐτῶν κενώσας τὰ μεγαλεῖα καὶ τὸν ναὸν αὐτῶν ἐριπώσας μετὰ τὸ βεβήλων ἄρξαι χειρῶν τὴν διαθήκην παύσας, τὴν λατρείαν στήσας καὶ τὰ ἔθνη προσκαλεσάμενος· ὁ τὸν θάνατον καταργήσας καὶ γῆν οὐρανὸν ποιήσας τῇ τῶν ἀγγελικῶν πολιτευμάτων διαγωγῇ προσηλώσας τε τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον τῷ σταυρῷ καὶ ὑποχειρίους γεναμένους τῇ ἁμαρτίᾳ εἰς υἱοθεσίαν ἀνακαλεσάμενος ἡμᾶς διὰ τῆς τοῦ Πνεύματος οἰκονομίας. Σήμερον ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη.
Μὴ σκιὰν ὑπογράφῃς τὴν οἰκονομίαν, μὴ φάντασμα ἡγήσῃ τὴν σωτηρίαν, μὴ σκιὰν 127 εἴπῃς τὴν ἀλήθειαν· ἤκουσας ὅτι κατῆλθεν. Οὕτως νόησον· κατῆλθεν ἐνταῦθα καὶ τοὺς οὐρανοὺς ἑαυτοῦ οὐκ ἐκένωσεν, ἐπειδὴ γὰρ ἀπερίγραπτος ἦν τὴν φύσιν, πληροῖ δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν κατὰ τὸ προφητικὸν λόγιον. Καὶ παρὰ Μαρίᾳ ἦν καὶ παρὰ τῷ πατρὶ καὶ παρὰ Πιλάτῳ καὶ παρ' ἀγγέλοις καὶ ἐν οὐρανῷ, ἐν ᾅδῃ καὶ ἐν γῇ καὶ ἐν ἀέρι· Θεὸς γὰρ ἦν καὶ ἡνίοχος τῶν ἁπάντων. Ἦλθεν ὅπου ἦν, ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Ἐν τῷ κόσμῳ ἦν· ἄρα οὖν ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι πῶς ἦλθεν εἰς τὸν κόσμον; Ἀλλ' ἐπειδὴ ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι σωματικῶς οὐχ ὁρᾶτο, ἀναλαμβάνει τὸ σῶμα ἵνα διὰ τοῦ σώματος ὡς ἐκ κατόπτρου ὁρῶντες τὸν Θεὸν παιδαγωγηθῶμεν εἰς εὐσέβειαν. Ἀντιστρέψωμεν τὸν λόγον· ἄρα οὖν καὶ ἐν γῇ ὢν εἰς οὐρανοὺς ἦν; ἀνῆλθεν ὅπου ἦν; Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενικηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδοναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκούσωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ πρὸς τὰς ἐρωτώσας· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;, ἀντιφθεγξώμεθα οἱ πεπειραμένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάντα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύπωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες. Γεννᾶσθαι ἔμελλεν ὡς ἄνθρωπος καί φησιν Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν 128 καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἰμμανουήλ. Προωμίλησεν τῷ προφήτῃ τὸ θαῦμα.