Sermo de obitu sanctorum trium puerorum ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ
ΤΕΛΕΥΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙ∆ΩΝ ΚΑΙ ΤΟΥ ΠΑΝΣΟΦΟΥ ∆ΑΝΙΗΛ.
Πρόφασις καιρῶν παρέστη, ἀγαπητοὶ, μαρτύρων ἀγαθῶν ἐνέγκαι μνήμην· αὕτη γὰρ ἡ μνήμη μιμεῖται τὴν πανήγυριν τῶν οὐρανίων ταγμάτων, ἐπὶ πρεσβείαν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν· ὅσοι οὖν τὸν Θεὸν ἐπιγινώσκετε, σήμερον ἐνταῦθα τὰς ἀκοὰς ὑμῶν προτείνατε, ὅπως ἀξιωθῆτε τοῦ βραβείου τῶν ἀρτίως λεγομένων μαρτύρων· τούτους γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζειν χρὴ τοὺς μήπω θεασαμένους ἐνανθρώπησιν Χριστοῦ, καὶ θάνατον ἀθανάτου, καὶ ἀνάστασιν ἐκ νεκρῶν, καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ὁμολογητὰς καὶ μάρτυρας αὐτοῦ γεγονότας· περὶ τούτων ἡ πρόνοια τῆς ἀχράντου Τριάδος διὰ τῆς ἀρτίως ἀναγνωσθείσης προφητείας, ἕνεκεν τῶν βασιλικῶν ὁμοφύλων παίδων, Ἀνανίου, Ἀζαρίου, καὶ Μισαήλ· περὶ τούτων βούλομαι τὴν πολιτείαν καὶ συνηγορικὴν ἐπιστήμην καὶ συμμαχίαν καὶ τελείωσιν ἐξηγήσασθαι τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὸ πῶς ἀνδραγαθήσαντες ἐτελειώσθησαν οἱ καλοὶ κλάδοι παῖδες, κ.τ.λ.
Ταύτην τὴν κατασκευὴν τῆς διαθήκης τῆς ἀγαθῆς ἐγὼ Κύριλλος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀλεξανδρέων πόλεως, ἔτυχον τῇ διαθήκῃ τοῦ ∆ανιήλ· συνεγραψάμην δὲ ὁσίων καὶ ἀμωμήτων παίδων σύμβολον καὶ πολιτείαν, καὶ τὴν εἰς Χριστὸν τελείωσιν. Γένοιτο δὲ τῇ τοῦ Χριστοῦ χάριτι, καὶ πρεσβείᾳ τῶν ἀρτίως μνημονευθέντων καλλινίκων μαρτύρων, θάλλειν καὶ προκόπτειν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν εὐθηνοῦσαν ἐν καρπῷ δικαιοσύνης· ὅπως οἱ πατέρες καὶ αἱ μητέρες τοιαῦτα βλαστάνοντες φυτεύματα μετὰ σωφροσύνης καὶ εὐσεβείας, οἱ νεανίσκοι καὶ παρθένοι τοιαύτης πολιτείας ἀξιῶνται, τοιαύτης ἀρετῆς συναυξάνωσι. Τελειοῦνται δὲ οἱ ἅγιοι παῖδες μηνὶ δεκεμβρίῳ ιζʹ.