Sermo prosphoneticus ad Alexandrinos de fide Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἀλεξανδρέας προσφωνητικοῦ λόγου
περὶ πίστεως.
Ἐγὼ τὸ συγκεκραμμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως· ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται· ἡ δὲ ἄῤῥητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη, ἀμφοτέρας σώζει ἀσυγχύτους τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ καὶ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστὸν, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτὸν, καὶ οὐ δύο χριστοὺς, ἕνα δὲ μόνον ἑνωθέντα καὶ οὐ κεκραμμένον· εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν, ἑτεροούσιοι τυγχάνουσαι, οὐδὲ ὁποτέρα σώζεται, 539 ἀλλ' ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν. καὶ οὔτε χωρισμὸν ἀπ' ἀλλήλων ἢ διαίρεσιν ἐπιδέχονται κεκραμμέναι, διῃρέθησαν δὲ τῷ καιρῷ τοῦ θανάτου καὶ ἐχωρίσθησαν, καὶ ψυχὴ ἀπὸ σώματος εἰς ᾅδου μετὰ τῆς θεότητος κατελθοῦσα, καὶ σῶμα ἀπὸ ψυχῆς ἐν μνήματι καινῷ ἀποτεθὲν κατὰ τὰς ἀψευδεῖς τοῦ Χριστοῦ φωνὰς τὰς λεγούσας "Λύσατε τὸν ναὸν "τοῦτον καὶ ἐν τρισὶν ἡμέραις" ἐγερῶ αὐτόν." καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς, βουλομένου αὐτοῦ, καὶ πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἡνώθη αὐτῷ ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμμένος ἐν αὐτῷ, ἢ ἀποσεσαρκωμένος, ἀλλ' ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὴν ἰδιότητα· οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις. 540 Εἶτα ἐπάγεται μαρτυρίαν τοῦ ἐν ἁγίοις Ἀθανασίου αὐτὸς τήνδε "∆ύο φύσεων τῶν ἑτεροου"σίων ἐν ἑνὶ Χριστῷ τῷ "Υἱῷ τοῦ Θεοῦ σωζομένων, "καὶ μήτε συγχεομένων, "μήτε ἀπολλυμένων ἢ "διαιρεθεισῶν." ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· οὐ τῆς θεϊκῆς φύσεως τραπείσης ἢ συγκραθείσης τῇ ἀνθρωπίνῃ φύσει, ἐνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπὴν, οὐ κατὰ κράσιν, οὐ κατὰ μίξιν, οὐ κατὰ σύγχυσιν, οὐ κατ' ἀλλοίωσιν, οὐ κατὰ μεταβολὴν, οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ' ἕνωσιν ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ ἀνεκδιήγητον, τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ Υἱῷ ὄντι τοῦ Θεοῦ σωζομένων καὶ μήτε συγκεχυμένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν. 541 Κυρίλλου ἐκ τοῦ περὶ πίστεως λόγου. Ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμψυχον καὶ τέλειον κατεσκεύασεν ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ· καὶ ἐνδυσάμενος αὐτὸν καὶ ἐνωθεὶς αὐτῷ ἀῤῥήτῳ λόγῳ, σωζομένων δὲ ἀμφοτέρων τῶν φύσεων καὶ οὐ κεκραμμένων, προῆλθε φαινόμενος μὲν ἄνθρωπος, νοούμενος δὲ Θεὸς Ἰησοῦς Χριστός.