1
Commentarii in Octateuchum et Reges
39.1112 Σειρὰ ἑνὸς καὶ πεντήκοντα ὑπομνηματισμῶν εἰς τὴν Ὀκτάτευχον καὶ τὰ τῶν Βασιλειῶν, ἤδη πρῶτον τύποις ἐκδοθεῖσα ἀξιώσει μὲν τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡγεμόνος πάσης
Οὐγκροβλαχίας Κυρίου Κυρίου Γρηγορίου Ἀλεξάνδρου Γκίκα· ἐπιμελείᾳ δὲ Νικηφόρου ἱερομονάχου τοῦ Θεοτόκη. Ἐν Λειψίᾳ τῆς Σαξονίας, ἐν τῇ
τυπογραφίᾳ τοῦ Βρειτκόπφ. Ἔτει αψοβʹ. ΚΕΦ. Αʹ, στ. ιδʹ. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι
τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. ∆ιδύμου. Ὅθεν καὶ οἱ φωστῆρες τῇ τετάρτῃ ἡμέρᾳ γενόμενοι, διὰ τὸν περὶ αὐτοὺς λόγον, ἅτε μείζους ὄντες ἐν ταύτῃ λέγονται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς, δυνάμει οὖσα δεκὰς, τιμία ὑπάρχει· μονὰς γὰρ, καὶ δυὰς, καὶ τριὰς, καὶ τετρὰς, ἀλλήλοις συντεθεῖσαι τὴν δεκάδα ποιοῦσι· διὰ πάσης γὰρ τῆς Γραφῆς ἡ δεκὰς ὑμνεῖται· καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκε, καὶ δεκάται παρέχονται. Ὥσπερ δὲ τὸ ὕδωρ, πρότερον διακεχυμένον κατὰ πρόσωπον πάσης τῆς γῆς, ὕστερον τῇ τρίτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς εἰς συναγωγὴν μίαν, ἐποίησε τὰς θαλάσσας, καὶ τοὺς ποταμοὺς, καὶ τὰ φρέατα· οὕτω καὶ τὸ φῶς, τὸ ἐν ἀρχῇ κτισθὲν, πρότερον διακεχυμένον, ἀθρόως ὕστερον τῇ τετάρτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς, ἐποίησεν ἐξ αὐτοῦ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺς ἀστέρας. Οὐχ ὅτι ἄλλο τι παρὰ τὴν ἡμέραν ὁ ἥλιος. ΚΕΦ. Γʹ, στ. ιθʹ. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. ∆ιδύμου. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐτοῦ φυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σωτὴρ ἐμήνυσεν, αἵτινες συμπνίγουσι τὸν ὑπ' αὐτοῦ καλούμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθος τοῦτον ὑποδέξηται. Στ. κεʹ. Καὶ ἔταξε τὰ χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. ∆ιδύμου. Ῥομφαία εἴρηται στρεφομένη, ἵνα στραφέντος ἀπὸ κακίας εἰς ἀρετὴν τοῦ ἀνθρώπου, καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Εἰ τοίνυν τῆς εἰσόδου τινὶ γένοιτο πόθος, διὰ τούτων χειραγωγεῖται· τῶν μὲν χερουβὶμ, αἰνιττομένων τὴν γνῶσιν 39.1116 τὴν ἡμετέραν δόξαν, τότε σὺ ἐπακολουθήσεις, οἷα θεράπων δεσπότῃ. Στ. κγʹ. Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. ∆ιδύμου. Ἡ μὲν προκόσμιος ὕπαρξίς τε καὶ θειότης δηλοῦται διὰ τοῦ προσώπου· ἡ δὲ δημιουργία καὶ πρόνοια, διὰ τῶν ὀπίσω (1). ΚΕΦ. Λ∆ʹ, στ. βʹ. Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωῒ, καὶ ἀναβήσῃ τὸ πρωῒ εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ στήσῃ μοι ἐκεῖ ἐπ' ἄκρου τοῦ ὄρους. ∆ιδύμου. Οὐ γὰρ ἑτέρῳ τινὶ ἵσταται, ἀλλ' ἢ Θεῷ, ᾧ τὴν δηλωθεῖσαν προκοπὴν διανύσει. Τί δέ ἐστι τὸ ἑστάναι Θεῷ, ἢ τὸ ἕτοιμον γενέσθαι πρὸς τὸ ἀκροᾶσθαι Θεοῦ διδασκαλίαν; Στ. γʹ. Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ, καὶ μηδεὶς ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους. ∆ιδύμου. Τοῖς ἀπολειπομένοις τῆς τοῦ Μωϋσέως τελειότητος μένειν κάτω τοῦ ὄρους προσέταξε.