1

 2

 3

 4

 5

 6

1

Homilia in laudes Mariae deiparae

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου, ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον.

Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖνας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦ καὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριον 43.488 φράσας ὁ τάλας ἐγὼ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁ τῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείας μνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειν τὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συνέσχε με, ὦ ἀγαπητοί. Ἡ γὰρ μνήμη τῆς φρικτῆς θεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴν καρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυνατῶς ἐβασάνισεν. Ἐπιπλήττει γάρ μου τὸν νοῦν, τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτου μυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα. Τίς γὰρ ἱκανὸς τοιοῦτο φράσαι μυστήριον; ποῖον δὲ φθέγξασθαι στόμα, ἢ ποία γλῶσσα λαλήσει; Λέληθεν, εἰπεῖν οὐκ ἰσχύει. Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκου καθ' ὃ καταλαμβάνω· καὶ πάλιν φοβοῦμαι.

Οὐκ ἔχω γλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω, ἵν' οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας καὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας, μητρὸς τοῦ Κυρίου· περὶ ἧς οὐκ εὐμαρῶς ἀνθρώπων γλῶττα λαλήσει. Ἰσχνοφωνεῖ γὰρ πρὸς ταύτην, καὶ ὑποστέλλεται ἡ γλῶσσα, οὐκ ἀξίως ἔχουσα τὸ λέγειν. Αὕτη γὰρ καὶ τὰς τῶν οὐρανῶν δυνάμεις ἐξένισεν· ἐξέστησαν πάντες ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ χερουβεὶμ καὶ τὰ σεραφεὶμ καὶ πᾶσα στρατιὰ ἀγγέλων φόβῳ καὶ τρόμῳ δεινῷ συσχεθέντες. Ἐθεώρησαν γὰρ ἐπὶ γῆς ἐν αὐτῇ τὸν ἐν οὐρανοῖς, καὶ ἔφριττον. Ἔβλεπον τὴν Παρθένον, οὐρανὸν καὶ θρόνον, καὶ συνείχοντο φόβῳ, θεωροῦσαι τὸν ἄναρχον ἀπὸ θρόνου χερουβικοῦ εἰς μήτραν παρθενικὴν καθίσαντα. Ὢ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶ ταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ πυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὴν Πνεῦμα φόβου Θεοῦ. Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ ∆αβὶδ ὁ βασιλεὺς, καὶ ἐκ τῆς φυλῆς ∆αβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστησαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ καὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλιν ὁμοίως χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωακεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωακεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μαρίαν. Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκεται. Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ ἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς 43.489 κόσμου Χριστόν. Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρίτην τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ. Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθένος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χριστόν.

Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι. Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρη