1

 2

 3

 4

 5

 6

1

Antiquorum martyriorum collectio ΤΩΝ ΑΡΧΑΙΩΝ ΜΑΡΤΥΡΙΩΝ ΣΥΝΑΓΩΓΗ.

Ἐκ τῆς Εὐσεβίου τοῦ Παμφίλου ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν

κατὰ διαφόρους καιροὺς ἐν διαφόροις πόλεσι ἀθλησάντων ἁγίων μαρτύρων.

Αʹ. Ἐπὶ Μάρκου Ἀντωνίνου, καὶ Λουκίου Βήρου, διωγμοῦ κινηθέντος ἐν

Σμύρνῃ τῆς Ἀσίας, πολλοὶ μὲν καὶ ἄλλοι τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· καὶ Γερμανικὸς δὲ ὁ γενναῖος θηρίοις εἰς βορὰν ἐκδοθεὶς βιασάμενός τε καὶ παροξύνας αὐτοὺς ὡς ἂν θᾶττον τῆς παρούσης ζωῆς αὐτὸν ἐξαγάγοιεν· τὸ μακάριον τέλος ἐδέξατο· τότε καὶ ὁ θεῖος Πολύκαρπος διὰ πυρὸς ὡλοκαυτώθη Θεῷ· φασὶ δ' αὐτὸν καὶ ξίφει νυγῆναι ἐν αὐτῷ τῷ πυρὶ, ἐπεὶ μὴ κατεκαίετο ὑπ' αὐτῷ, αἷμά τε ἐκ τῆς πληγῆς καταῤῥεῦσαι πολὺ, ὥστε καὶ τὴν πυρκαϊὰν σβεσθῆναι, καὶ τὸ τίμιον αὐτοῦ λείψανον σῶον εὑρεθῆναι καὶ ἀσινὲς, ὃ καὶ πάλιν παρὰ τῶν ἀπίστων ἐκαύθη· καὶ Πιόνιος δὲ ὁ περιβόητος τῶν τότε μαρτύρων, ἀφορήτους κολάσεις ὑπενεγκὼν καθηλώσεις τε καὶ στρεβλώσεις, καὶ μάστιγας, καὶ τὴν διὰ πυρὸς τιμωρίαν τοῦ μακαρίου τέλους τετύχηκε. Ταῦτα ἐκ τῆς αὐτοπροσώπου τῆς Σμυρναίου Ἐκκλησίας γραφείσης ἐπιστολῆς. Ἐπὶ τῶν αὐτῶν βασιλέων Πτολεμαῖος γυναῖκα τῶν εὐγενῶν πρὸς τὴν εὐσέβειαν μεταζήσας, διεβλήθη παρὰ τοῦ ταύτης ἀνδρὸς Οὐρβικίῳ τῷ ἄρχοντι· καὶ τοῦ Οὐρβικίου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιος ὁ γενναῖος παῤῥησιασάμενος καὶ αὐτὸς ἀπήχθη τὴν ἐπὶ θάνατον. Ταῦτα Ἰουστῖνος, ὁ τῷ ὄντι φιλοσοφώτατος καὶ μάρτυς Χριστοῦ ἐν τῇ πρὸς Ἀντωνῖνον περὶ τοῦ καθ' ἡμᾶς δόγματος ἀπολογίᾳ φησί· ὃς καὶ αὐτὸς θείῳ τότε μαρ 20.1521 τυρίῳ κατακοσμεῖται. Κρέσκεντός τινος τῶν παρ' Ἕλλησιν Κυνικῶν φιλοσόφων τὴν ἐπιβουλὴν συσκευασαμένου, ἐν Λουγδούνῳ τῆς Γαλλίας διωγμοῦ κινηθέντος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκοσμήθησαν· ὧν οἱ περιφανέστατοι καὶ γενναιότατοι μάλιστά εἰσιν οὗτοι. Ποθεινὸς ἐπίσκοπος τῆς αὐτῆς πόλεως γεγονὼς, ὑπὸ τοῦ δημώδους πλήθους αἰκισθεὶς, καὶ ἐν φυλακῇ ῥιφθεὶς μετὰ δʹ ἡμέρας τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο· μεθ' ὃν Εἰρηναῖος τῆς ἐν Λουγδούνῳ παροικίας ἐπεσκόπευσε. Βιβλιὸς μία οὖσα τῶν ἠρνημένων, ἐπεὶ καὶ βλασφημῆσαι τὸν Κύριον προετρέπετο, τοῦτο δὲ μὴ ἀνασχομένη ποιῆσαι, πάλιν ἐπὶ τοῦ βασανιστηρίου κατετείνετο δούλου, κἀνταῦθα διὰ τῆς αἰσθητῆς τιμωρίας εἰς μνήμην ἐλθοῦσα τῆς ἐν γεέννῃ κολάσεως, Χριστιανὴν αὖθις ἑαυτὴν ὡμολόγει· καὶ οὕτως ἐν αὐταῖς ταῖς βασάνοις ἀπέψυξε. Καὶ τῷ τῶν μαρτύρων προσετέθη κλήρῳ Σάγκτος διάκονος ἐκ πόλεως Βιέννης, καὶ Μάτουρος· παντοίως ἐπὶ πολλὰς ἡμέρας τιμωρηθέντες, τέλος ἐπὶ σιδηρᾶς ἐκπυρωθείσης καθέδρας ἀναγκασθέντες καθίσαι, καὶ ἅμα ὑπὸ παντὸς τοῦ δήμου παιόμενοι, καὶ θηρίοις ἐπεισελθοῦσιν ἑλκόμενοι, τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν. Μεθ' οὓς ἡ γενναῖα Βλανδῖνα πλείστην καὶ αὐτὴ πρότερον καρτερίαν ἐνδειξαμένη, καὶ ποικίλας ὑπενεγκοῦσα βασάνους, ἐπὶ ξύλου κρεμασθεῖσα, τότε προὔκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, καὶ μηδενὸς τούτων αὐτῆς ἁψαμένου, καθαιρεθεῖσα τοῦ ξύλου, πάλιν εἰς τὴν εἱρκτὴν ἐνεβλήθη, πρὸς ἀγῶνα δεύτερον τηρουμένη, καθ' ὃν αὖθις πλεῖστα παθοῦσα, μετὰ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γύργαθον ἐμβληθεῖσα ταύρῳ παρεβλήθη ἀγρίῳ, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Μεθ' ἧς καί τι παιδάριον Ποντικὸν πᾶσαν κόλασιν