1
Contra Hieroclem
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΡΟΣ ΤΑ ΥΠΟ ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΣ ΑΠΟΛΛΩΝΙΟΝ ΤΟΝ ΤΥΑΝΕΑ ∆ΙΑ ΤΗΝ ΙΕΡΟΚΛΕΙ ΠΑΡΑΛΗΦΘΕΙΣΑΝ
ΑΥΤΟΥ ΤΕ ΚΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΥΓΚΡΙΣΙΝ. Αρ' ουν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ συγγραφέως αξιον ἀποθαυμάζειν, ἃ τῷ ἡμετέρῳ σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα συγκρίνων παρεδοξολόγει; πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει, οὕτω γὰρ εὖ εχειν αὐτῷ τὸν καθ' ἡμῶν ἐπιγράφειν ἐδόκει λόγον, οὐδὲν αν εἴη σπουδαῖον ἐπὶ τοῦ παρόντος ιστασθαι μὴ αὐτοῦ ιδια τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων οὐκ αὐτοῖς μονονουχὶ νοήμασιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα, ἃτύχοι μὲν αν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ' ηδη καὶ πρὸ τῆς ἰδίας κατ' αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελήλεγκται ἐν ολοις ὀκτὼ συγγράμμασι τοῖςὨριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους ἐπιγεγραμμένον ΚέλσουἈληθῆ λόγον, ᾧ τὰς εὐθύνας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλωμένος παραγαγὼν συλλήβδην ὅσα εἰς τὴν αὐτὴν 370 ὑπόθεσιν παντί τῳ ειρηταί τε καὶ εἰρήσεται, προλαβὼν διελύσατο, ἐφ' ἃ τοὺς ἐπ' ἀκριβὲς τὰ καθ' ἡμᾶς διαγνῶναι εχοντας φιλαλήθως ἀναπέμψαντες φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν κύριον ἡμῶνἸησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουὶ λόγου παράθεσιν ἐπισκεψώμεθα μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι. μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸνἈπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ παρὰ τοὺς πώποτε καθ' ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον σωτῆρα παράθεσίς τε καὶ σύγκρισις. Θαυμάζει γοῦν καὶ ἀποδέχεται θείᾳ τινὶ καὶ ἀρρήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυματουργηκέναι φάσκων αὐτὸν καὶ ταῦτα ἀληθῶς οὕτως εχειν ὡς ετυχε, πιστεύων καὶ ἀναποδείκτως ἀπισχυριζόμενος. ακουε δ' ουν, ἅφησιν αὐταῖς συλλαβαῖς· «ἄνω δὲ καὶ κάτω θρυλοῦσι σεμνύνοντες τὸνἸησοῦν ὡς τυφλοῖς ἀναβλέψαι παρασχόντα καί τινα τοιαῦτα δράσαντα θαυμάσια.» εἶτά τινα μεταξὺ εἰπὼν ἐπιλέγει· «ἐπισκεψώμεθα γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα καὶ ην περὶ τῶν ἐναρέτων ἀνδρῶν εχομεν γνώμην.» καὶ ἐπὶ τούτοις τὸν ΠροκοννήσιονἈριστέαν καὶ Πυθαγόραν ὡς ἂν ἀρχαιοτέρους παρελθὼν ἐπιφέρει λέγων· ἀλλ' ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασιλείανἈπολλώνιος ηκμασεν ὁ Τυανεύς, ος ἐκ παιδὸς κομιδῇ νέου καὶ ἀφ' οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳἈσκληπιῷ, πολλὰ καὶ θαυμαστὰ διεπράξατο, ων τὰ πλείω παρεὶς ὀλίγων ποιήσομαι μνήμην.» εἶτα καταλέγει ἀπὸ πρώτου ἀρξάμενος τὰ παράδοξα, μεθ' ἃ καὶ ἐπιλέγει ταῦτα 371 κατὰ λέξιν· «τίνος ουν ενεκα τούτων ἐμνήσθην; ιν' ἐξῇ συγκρῖναι τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα, εἴπερ ἡμεῖς μὲν τὸν τὰ τοιαῦτα πεποιηκότα οὐ θεόν, ἀλλὰ θεοῖς κεχαρισμένον ανδρα ἡγούμεθα, οἱ δὲ δι' ὀλίγας τερατείας τινὰς τὸνἸησοῦν θεὸν ἀναγορεύουσι.» τούτοις ἐπιφέρει μεθ' ετερα φάσκων· «κἀκεῖνο λογίσασθαι αξιον, οτι τὰ μὲν τοῦἸησοῦ Πέτρος καὶ Παῦλος καί τινες τούτοιν παραπλήσιοι κεκομπάκασιν ἄνθρωποι ψεῦσται καὶ ἀπαίδευτοι καὶ γόητες, τὰ δὲἈπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς καὶ ∆άμις ὁ φιλόσοφος ὁ συνδιατρίψας αὐτῷ καὶ Φιλόστρατος ὁἈθηναῖος παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες διὰ φιλανθρωπίαν ἀνδρὸς γενναίου καὶ θεοῖς φίλου πράξεις μὴ