1
Epistula ad Constantiam Augustam
Εὐσεβίου ἐπιστολὴ πρὸς Κωνσταντίαν τὴν βασίλισσαν.
Ἐπεὶ δὲ καὶ περί τινος εἰκόνος ὡς δὴ τοῦ Χριστοῦ γέγραφας, εἰκόνα βουλομένη σοι ταύτην ὑφ' ἡμῶν πεμφθῆναι· τίνα λέγεις καὶ ποίαν ταύτην, ἣν φῂς τοῦ Χριστοῦ εἰκόνα; Οὐκ οἶδα πόθεν αὐτὴ ὁρμηθεῖσα τοῦ Σωτῆρος ἡμῶν διαγράψαι εἰκόνα προστάττεις. Ποίαν τοῦ Χριστοῦ εἰκόνα ἐπιζητεῖς; Πότερον τὴν ἀληθῆ καὶ ἀμετάλλακτον, καὶ φύσει τοὺς αὐτοῦ χαρακτῆρας φέρουσαν· ἢ ταύτην ἣν δι' ἡμᾶς ἀνείληφεν, τῆς τοῦ δούλου μορφῆς περιθέμενος τὸ σχῆμα; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὴν ἁμαρτίαν κατέκρινεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Οὕτως ἡμᾶς τῆς παλαιᾶς πικρίας καὶ δαιμονικῆς δουλείας τῷ τιμίῳ αἵματι λυτρωσάμενος ἀπηλευθέρωσεν. ∆ύο οὖν μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ Θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν, ἅπαξ παρ' αὐτοῦ παιδευομένην, ὅτι οὔτε τὸν Πατέρα τις ἔγνω, εἰ μὴ ὁ Υἱὸς, οὐδ' αὐτὸν Υἱὸν γνοίη ποτέ τις ἐπαξίως, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ ....
Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς, καὶ οὗ δι' ἡμᾶς περιεβλήθη σαρκίου. Ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεχρᾶσθαι μεμαθήκαμεν, καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Καὶ οὔ τί που θαυμαστὸν, εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ Θεὸς Λόγος, τοῖς ἐγκρίτοις τῶν ἑαυτοῦ λόγων προαῤῥαβωνιζόμενος τὴν θέαν τῆς αὑτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται· ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς. Τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας, καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασι καὶ σκιογραφίαις, ὁπότε μηδὲ ἐμβλέψαι αὐτῷ, τοῦτον ὀφθέντι τὸν τρόπον, οἱ θεσπέσιοι ὑπέμειναν μαθηταὶ, οἵ γε ἔπεσον ἐπὶ πρόσωπον, ἀφόρητον αὐτοῖς τὸ θεώμενον ὁμολογήσαντες; Εἰ δ' οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως, πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος 20.1548 μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετεσκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρυσιν, μετὰ τὴν ἐν τοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλποις τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἣν ἀνιόντα καὶ ἀποκαθισάμενον αἱ οὐράνιαι δυνάμεις ἀνηυφήμουν, λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξόλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὖν τις τῶν ἀδυνάτων ἐφίκοιτο; Πῶς δὲ τῆς οὕτω θαυμαστῆς, καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν; Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῆ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων. Τοιοίδε γᾶρ κἀκεῖνοι ἀνειδωλοποιοῦντες ἤ ποτε Θεὸν, ὡς ἡγοῦνται, ἤ τινα ὡς ἂν φαῖεν ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον, οὐδὲ ἐγγὺς, οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιογραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες.