1
Fragmenta in Danielem
24.525 βʹ. Εὐσεβίου Καισαρείας ῥητοῦ προκειμένου, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
∆ιεκόπη μὲν ἐν τῇ Βαβυλῶνι ἡ φλὸξ τοῦ πυρὸς διακοπεῖσα τῷ προστάγματι
τοῦ Θεοῦ· ἐδέξατο ἐν αὐτῇ ἡδίστην ἀναπνοὴν καὶ ἀναψυχὴν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν· ἐγένετο γὰρ, φησὶ, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον.
γʹ. Ὡσεὶ Υἱὸς ἀνθρώπου. Εὐσεβίου Καισαρείας. Σαφῶς ἡγοῦμαι δηλοῦσθαι τὴν καθόλου κρίσιν, ὅτε πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ· μετὰ δὲ τὴν τῶν τετελευτηκότων ἀναβίωσιν, καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν, ὁ ἑωραμένος τῷ ∆ανιὴλ Υἱὸς ἀνθρώπου ἐπιστήσεται ἐπὶ νεφελῶν, τὴν κατὰ πάντων τῶν λαῶν καὶ φυλῶν ὑπὸ τοῦ Πατρὸς ἐξουσίαν, τὴν καὶ βασιλείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· Ὅτε δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ ∆ανιὴλ προφητείας, καθ' ἣν λέλεκται· Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν· καὶ, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ τὰ ἑξῆς.
δʹ. Αὐτῷ ἐδόθη ἡ ἀρχή. Εὐσεβίου. Οὐ μόνον τὴν τοῦ Υἱοῦ ἀνθρώπου βασιλείαν ὁ προφήτης θεσπίζει, ἀλλὰ καὶ πλείονα, περὶ ὧν φησι.
εʹ. Καὶ παραλήψονται τὴν βασιλείαν. Εὐσεβίου Καισαρείας. Συμβασιλεύοντες δηλαδὴ καὶ αὐτοὶ τῷ Θεῷ. Τίνες δ' ἂν εἶεν οὗτοι, ἢ οἱ κληρονόμοι τοῦ Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ; οἷς καὶ ἐπήγγελται, τὴν βασιλείαν τῶν οὐρανῶν, βασιλείαν ἐπιστησομένην τὴν μετὰ τέσσαρας βασιλείας, τὰς τῷ προφήτῃ ἑωραμένας, περὶ ὧν ὡς ἐν βραχέσιν ἀρτίως διειλήφαμεν. Ἐντεῦθεν οἶμαι τὸν ἀπόστολον Παῦλον ὁρμᾶ24.528 σθαι περὶ τῆς δευτέρας ἀφίξεως τοῦ Χριστοῦ γράφοντα τοιάδε· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὁ δ' αὐτὸς ἀπόστολος καὶ τὴν ὑστάτην τοῦ Ἀντιχρίστου ἄφιξιν τὴν καὶ ἀπώλειαν, καὶ ἐπὶ ταύτῃ τὴν τοῦ Σωτῆρος ἡμῶν ἔνδοξον παρουσίαν ἀκολούθως τῇ προφητείᾳ παρίστησι λέγων· Μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενα Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός· οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ τὰ ἑξῆς. Τοσαῦτα ὁ θαυμάσιος Ἀπόστολος ἐν τοῖς περὶ συντελείας τοῦ βίου διεξῆλθε λόγοις, τὰ διὰ τοῦ προφήτου ∆ανιὴλ περὶ τοῦ Ἀντιχρίστου, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνδόξου βασιλείας τεθεσπισμένα πιστούμενος.
ςʹ. Ἐξολοθρευθήσεται χρίσμα. Εὐσεβίου. Τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτως δὲ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπουδῆς συμβεβηκέναι φήσεις· ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰς ἔτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν· περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τέλειαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· αὐτός τε ὢν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου εἰς θυσίαν πᾶσιν ἀνθρώποις· κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης