1

1

Fragmenta in Hebraeos

24.605 Λέγεται γὰρ κατάβασις θεία ἐπὶ τὸ ὄρος γεγονέναι καθ' ὃν ἐνομοθέτει

καιρὸν, ἵνα πάντες θεάσωνται τὴν ἐνέργειαν τοῦ Θεοῦ· κατάβασις γὰρ αὕτη σαφής ἐστιν, οὐ μὴ τοπική. Τῶν γοῦν φυομένων κατὰ τὸ ὄρος φλεγομένων σφοδρῶς, οὐδὲν τὸ πῦρ ἐξανάλωσε· σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο, μὴ προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων. Ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν θείαν γεγονέναι, καὶ τὸν Θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.