1
Generalis elementaria introductio † Eclogae propheticae 1 λόγου τε καὶ βίου διεξοδευθεῖσα τὰς περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρίας, δι' ἐναργῶν καὶ πιστῶν καὶ ἀληθῶν ἀποδείξεών τε καὶ συλλογισμῶν ἐπιστοῦτο, βραχείαις κομιδῇ ταῖς ἀπὸ τῶν παρά τε Ἰουδαίοις καὶ ἡμῖν πεπιστευμένων θείων γραφῶν ἐπὶ τέλει χρησαμένη μαρτυρίαις· ἐπεὶ μὴ δὲ ἄλλος ᾕρει λόγος τοῖς ἔτι πάντη ταῖς θείαις ἀπιστοῦσιν γραφαῖς δαψιλεῖς ἐξ αὐτῶν παρατίθεσθαι τὰς συστάσεις. Τά γε μὴν ἐν χερσὶν τοῖς ἐκ τῆς ἐκείνων ἀποδείξεως οἷα δὴ θείαις ἤδη καὶ θεοπνεύστοις πιστεύειν ὀφείλουσιν ταῖς ἱεραῖς γραφαῖς τὸ λεῖπον ἐκείναις ἀποπληροῦντα πεπόνητο, συναγωγὴν περιέχοντα συλλήβδην ........... περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητείαν, ἃς ἀπὸ π............. τ . ς . παλαιὰ διαθήκης ὑφ' ἓν συναγεῖν ἔδοξεν· δ............ τερον· πῆ δὲ καὶ δι' ὑπονοιῶν τὰ περὶ αὐτοῦ προειρ .........ον αὐτὸν καὶ τὰς κατ' αὐτὸν οἰκονομίας. οὐχὶ δὲ καὶ εις ........ μόζομε ἃ πέρας εἰληφότα δείκνυται· Τὰς δὲ τοιαύτα ............ .... ἀρχούσας· καὶ σποράδην οὐ μόνον προφητεία ........... ουσα .. ἱστορίαις ἐναποκειμένας· οὐκ ὀλίγοις ........ αχθείσα ἔσεσθαι χρησίμους· ἐπεὶ μὴ ῥάδιον ἀλλ' ὡς ἐκ τῆς ..... τάδην τῶν γραφῶν συναναγνώσεως τὰς πάσας ὑποπίπτειν τοῖς ἀνὰ στόμα καὶ διὰ μνήμης φέρειν αὐτὰς βουλομένοις. Ἰστέον δ' ὡς πρὸ τῆς παρούσης ὑποθέσεως Χρονικοὺς συντάξαντες Κανόνας, ἐπιτομήν τε τούτοις παντοδαπῆς ἱστορίας Ἑλλήνων τε καὶ βαρβάρων ἀντιπαρα 2 θέντες, τὴν Μωσέως καὶ τῶν ἐξ αὐτοῦ προφητῶν ἀρχαιότητα δι' αὐτῶν παρεστήσαμεν· οἷς τὴν μετὰ χεῖρας σποράδην ἀκόλουθον ὑπολαμβάνοντες, εἰκότως μετ' ἐκείνην ἐπὶ τὴν παροῦσαν ἐληλύθαμεν πραγμάτειαν· ἣν καὶ χαριέντως ἄν τις τῷ τῆς σοφῆς μελίττης ἀπεικάσειεν φυσικῷ σπουδάσματι, πρὸς ἣν ἀναπέμπων ἡμᾶς ὁ ἐν Παροιμίαις ἱερὸς λόγος φησὶν, ἢ πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ ἴδε πῶς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται· ποθεινή τε ἐστὶν πᾶσιν καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Ὃν γὰρ ἡ ἐργάτις ἐκείνη τρόπον τὴν σοφίαν τιμῆσαι μαρτυρουμένη, τῶν εὐθαλῶν βλαστῶν ἀναλεγομένη τὰ πρόσφορα, ἐκ τῆς ἁπάντων ἐπισυναγωγῆς τε καὶ ἐργασίας βασιλεῦσι καὶ ἰδιώταις ὑγιεινοὺς, ᾗ φησὶν ἡ γραφὴ, παρέχεται τοὺς ἑαυτῆς πόνους, ταυτόν τι καὶ τὰς περὶ τοῦ Χριστοῦ Προφητικὰς ἡμῖν Ἐκλογὰς, ἀπάνθισμα τῶν τοῦ Θεοῦ λογικῶν λειμώνων τυγχανούσας, περιέξειν ἡγοῦμαι, τὴν μὲν τῶν κηρῶν εὔπλαστον δημιουργίαν ἐν ψιλαῖς ταῖς λέξεσιν ἀποσωζούσας, τὰ δ' ἐν αὐτῷ τεθησαυρισμένα νοήματα καταλλήλῳ τῷ γλυκεῖ καὶ ὑγιεινοτάτῳ τῆς σοφῆς ἐν ἐκείνης γεννήματι εἴσω που ἐν ἀπορρήτοις ταμιευόμενος. Τίς γὰρ δὴ τῶν πιστῶν οὐκ ἂν ὁμολογήσαι πάσης διὰ σωμάτων ἡδονῆς τε καὶ ὠφελείας ἀσυγκρίτῳ διαφέρειν ὑπεροχῇ τὰς σωτηρίους περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραθέσεις, ἐπιτηδείους πρὸς ἀνάληψιν ὑπαρχούσας τῆς κατὰ ἀλήθειαν ὠφελίμου καὶ ὑγιεινῆς ὀρθοδοξίας; Ἣν 3 περιέπειν ἀναγκαῖον οὐ μόνους τοὺς τὴν ἕξιν προβεβηκότας βασιλεῖς ὀνομαζομένους, ἀλλὰ καὶ τοὺς ὑποβεβηκότας καὶ πρῶτον ἄρτι τῷ θείῳ προσιόντας λόγῳ· οἷς καὶ διαφερόντως ἐπιτηδείαν ἔσεσθαι νομίζω τὴν ὑπόθεσιν, ὡς ἂν ἀκριβοῦν ἐξ αὐτῆς δύναιντο τὴν περὶ ὧν κατηχήθησαν λόγων ἀσφάλειαν· τότε μᾶλλον τῆς ἁπλῆς καὶ ἀκεραίου πίστεως πεῖσμα βέβαιον ἰσχούσης, ἐπειδὰν τῷ λογισμῷ τοὺς δι' ἀποδείξεως προεγκαταβαλὼν τίς θεμελίους τὴν ἀκριβῆ τῶν πεπιστευμένων κατάληψίν τε καὶ γνῶσιν πρὸς ἐπικτη ............ν γοὖν ἕνεκεν φημὶ δὲ τῶν ἐτ.. τοιχειώσε .............. ἀναγκαῖον εἶναι παρέστη μετὰ τὴν ἑκάστης προ...........ιν, ὡς ἐν εἰσαγωγῆς τρόπῳ διήγησιν βραχυ .......... ενὶ μάλιστα συντομωτάτην