1
Quaestiones evangelicae ad Marinum
ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜΩ ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ.
Τῶν ἐν τοῖς θεοπνεύστοις Εὐαγγελίοις περὶ τὴν ἀρχὴν ἀπορουμένων ζητημάτων καὶ λύσεων δύο πεπονηκὼς ἤδη πρότερον συγγράμματα, πάρειμι νῦν, τὰ μέσα παρελθὼν, ἔπειτα πρὸς τῷ τέλει τῶν αὐτῶν πάντοτε τοῖς πᾶσι ζητούμενα· τάχα που τῆς τοῦ Θεοῦ βουλῆς διὰ τῶν σῶν ἐπιταγμάτων ἐπὶ τοῦτο ἡμᾶς παρορμησάσης, Μαρῖνε υἱὲ τιμιώτατέ μοι καὶ φιλοπονώτατε. Ἠρώτας δὲ τὸ πρῶτον· Αʹ. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ Σαββάτων φαίνεται ἐγηγερμένος ὁ
Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων.
αʹ. Τούτου διττὴ ἂν εἴη ἡ λύσις· ὁ μὲν γὰρ τὸ κεφάλαιον αὐτὸ τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθετῶν, εἴποι ἂν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου· τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέντος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς, «Μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν·» καὶ τοῖς ἑξῆς, οἷς ἐπιλέγει· «καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.» Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου περιγέγραπται τὸ τέλος· τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ' οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἂν εἴη, καὶ μάλιστα εἴπερ ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ· ταῦτα μὲν οὖν εἴποι ἄν τις παραιτούμενος καὶ πάντη ἀναιρῶν περιττὸν ἐρώτημα. Ἄλλος δέ τις οὐδ' ὁτιοῦν τολμῶν ἀθε 22.940 τεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν Εὐαγγελίων γραφῇ φερομένων, διπλὴν εἶναί φησι τὴν ἀνάγνωσιν, ὡς καὶ ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρχειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἢ ἐκείνην ταύτης, παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι.
βʹ. Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις· τὸ γὰρ ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν· καὶ τὴν διάνοιαν ἀφορίσομεν τῶν ἑξῆς ἐπιλεγομένων· εἶτα τὸ μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων· τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἑξῆς ἑτέρα, ὂν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ Σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ· οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ Σαββάτου· τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε, ἀλλὰ πρωΐ· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο· τὸν μὲν γὰρ τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ Σαββάτου· τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον «ἀναστὰς δέ·» εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ῥητέον, «πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.»