1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

Supplementa ad quaestiones ad Stephanum

αʹ. Περὶ δὲ τοῦ τὸν Ματθαῖον ἄνωθεν κατάγειν τὰς διαδοχὰς, τὸν δὲ Λουκᾶν ἀνάπαλιν πεποιηκέναι, μίαν καὶ τὴν αὐτὴν ὁδὸν πορευθέντας, οὐδὲν ἐπιμέμφεσθαι δεῖ· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις κειμένης τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι τρίβου. Τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν, ὅτῳ φίλον ἐπ' ἐξουσίας διὰ τῶν αὐτῶν, τοῖς μὲν κάτωθεν ἐπὶ τοὺς πρόσω ἀνιέναι, τοῖς δὲ ἀπὸ τῶν ἄνωθεν προπατόρων ἀρξαμένοις, ἐπὶ τοὺς ὑστάτους καταλήγειν· οὗτος δὲ καὶ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, etc., ut in impressa a nobis epitome, col. 891, lin. 4 a fine, usque ad τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς, col. 893, lin. 37. Εἰ δ' ὅτι 22.960 μὴ μέχρι τοῦ Ἀβραὰμ καὶ ὁ Λουκᾶς ἀνιὼν ἔστη, μηδὲ ὁ Ματθαῖος ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο ἐφ' ὃν κατέληξεν ὁ Λουκᾶς, διαφωνεῖν τις αὐτοὺς λέγοι, οὐκ ὀρθῶς οἴεται· ἑκάτερος γὰρ αὐτῶν οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἐκ τοῦ Ἀβραὰμ ἀρξάμενος, ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς, ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας· ποία γὰρ ἐν τούτοις μάχη; Εἰ τῷ μὲν χρήσιμος ἐφάνη ἡ ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοὺς ἑξῆς γενεαλογία, διὰ τὴν οἰκονομίαν τοῦ παρ' αὐτῷ λόγου, ὁ δὲ διὰ τὸ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον, ἀναβιβάζει τὸν διὰ λουτροῦ γεγεννημένον, ἐπέκεινα ἁπάσης γενέσεως· τήρει γὰρ ὅτι δι' ὅλου τοῦ λόγου σεσιώπηκε τὸ τῆς γενέσεως ὄνομα, ἄγει τε αὐτὸν ἀνάγων, καὶ ἵστησιν οὐκ ἐπί τινα ἀνθρώπων, ἀλλ' ἐπὶ τὸν πάντων Θεὸν, μονονουχὶ προσάγων, ἅτε δὴ Υἱὸν γενόμενον τῷ Πατρί.

βʹ. Ἵνα οὖν καὶ τοῦτο εἰρηκότος τὴν ἀμαθίαν ἐλέγξωμεν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ' ἀγνοίας ὁμοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι· πρότερον δὲ τὴν προταθεῖσαν ἡμῖν πρότασιν καιρός ἐστι ἐπισκέψασθαι· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν ∆αυῒδ, καὶ οὕτως ἐπὶ τὸν Σολομῶνα καὶ τοὺς τούτου διαδόχους μέχρι τοῦ Ἰακὼβ, ἐξ οὗ Ἰωσὴφ ὁ τοῦ Χριστοῦ χρηματίσας πατὴρ, κάτεισιν· ὁ δὲ Λουκᾶς τὸν Ἰωσὴφ οὐκ ἀπὸ τοῦ Ἰακὼβ εἶναί φησιν ὡς Ματθαῖος, ἀλλ' ἀπὸ τοῦ Ἡλεί· εἶτα ἀπὸ τοῦ Ἡλεὶ ἀνιὼν ἐφ' ἑτέρους χωρεῖ, ὧν οὐδὲ ὅλος ἐμνημόνευσεν ὁ Ματθαῖος· καὶ οὕτως πλαγίαν τινὰ δραμὼν, ἔρχεται οὐκ ἐπὶ τὸν Σολομῶνα τὸν τοῦ ∆αυῒδ, ἀλλ' ἐπὶ Νάθαν τὸν καὶ αὐτὸν τοῦ ∆αυΐδ· ὀφείλων, εἰ δὴ περὶ τῆς αὐτῆς γενεαλογίας ὁ λόγος ἦν αὐτοῖς, διὰ τῶν αὐτῶν τῷ Ματθαίῳ ἀνελθεῖν, ἢ τὸν Ματθαῖον δι' ὧν ὁ Λουκᾶς χωρῆσαι ὀνομάτων· εἰ δὲ οὕτως οὐ συνηνέχθησαν ἀλλήλοις, ὡς τὸν ἕνα εἰπεῖν τοῦ Ἰακὼβ τὸν Ἰωσὴφ εἶναι υἱὸν καὶ Σολομῶνος υἱοῦ ∆αυΐδ· τὸν δὲ ἕτερον, μὴ τοῦ Ἰακὼβ, ἀλλὰ τοῦ Ἡλεὶ καὶ Νάθαν υἱοῦ ∆αυΐδ· δι' ὧν ἐοίκασι πολλὴν διαφωνίαν πρὸς ἀλλήλους περιέχειν. -Τί δὴ οὖν εἰς τὸ προταθὲν τοῦτο πρόβλημα εἴποι ἄν τις; φέρε τῆς ψυχῆς διανοίξαντες τὸ ὄμμα, ἀτενῶς ταῖς λέξεσιν αὐτοῖς ἐπερείσωμεν τὴν διάνοιαν, ἴδωμέν τε τί φησιν ὁ Λουκᾶς. «Καὶ αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχί·» ἀλλ' οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ ὡς ἐνομίζετο φωνῇ, etc., ut in epitome, col. 896, lin. 4, usque ad αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.

γʹ. Εἴη δ' ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος. Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ ∆αυῒδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου, φήσας, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς· ἀκολούθως τε τὴν ὅλην ἑξῆς ἱστορίαν τίθησι μετὰ τὸν τῶν προπατόρων κατάλογον, τοὺς Μάγους, 22.961 τὴν Ἡρώδου μανίαν, τὴν εἰς Αἴγυπτον Ἰησοῦ φυγὴν, τὴν ἐκεῖθεν ἐπάνοδον, τὸν Ἀρχέλαον· καὶ ὡς μετὰ ταῦτα ἤδη λοιπὸν εἰς ἄνδρας Ἰωάννης προβὰς μετὰ