1

 2

 3

1

Fragmenta

CAII, QUI CIRCITER INITIA SAECULI TERTII FLORUIT, FRAGMENTA. EX DIALOGO, VEL DISPUTATIONE, CUM PROCLO, SIVE PROCULO, MONTANISTA.

Καὶ ἐν τῷ Γαΐου δὲinquit Eusebius lib. iii. Hist. cap. 31. οὗ μικρῷ πρόσθενcap. 28. ejusd. lib. ἐμνήσθημεν διαλόγῳ, Πρόκλος πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς συνᾴδων τοῖς ἐκτεθεῖσιν οὕτω φησίν· Μετὰ τοῦτον δὲ προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστὶν ἐκεῖ, καὶ ὁ τοῦ πατρὸς αὐτῶν.

Ex eodem Opere.Ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν, ἢ ἐπὶ τὴν ὁδὸν τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν.Attulit hoc Eusebius lib. ii. Hist. cap. 25.128Ex eodem Opere.Ἀλλὰ καὶ Κήρινθος ὁ δι' ἀποκαλύψεων ὡς ὑπὸ ἀποστόλου μεγάλου γεγραμμένων, τερατολογίας ἡμῖν ὡς δι' ἀγγέλων αὐτῷ δεδειγμένας ψευδόμενος ἐπεισάγει, λέγων, μετὰ τὴν ἀνάστασιν ἐπίγειον εἶναι τὸ βασίλειον τοῦ Χριστοῦ· καὶ πάλιν ἐπιθυμίαις καὶ ἡδοναῖς ἐν Ἱερου σαλὴμ τὴν σάρκα πολιτευομένην δουλεύειν. καὶ ἐχθρὸς ὑπάρχων ταῖς γραφαῖς τοῦ Θεοῦ, ἀριθμὸν χιλιονταετίας ἐν γάμῳ ἑορτῆς θέλων πλανᾷν λέγει γίνεσθαι.

Haec posuit Eusebius lib. iii. Hist. cap. 28.De eodem Opere.Ἦλθε δὲ εἰς ἡμᾶς

inquit Eusebius lib. vi. Hist. cap. 20. καὶ Γαΐου λογιωτάτου ἀνδρὸς διάλογος, ἐπὶ Ῥώμης κατὰ Ζεφυρῖνον πρὸς Πρόκλον τῆς κατὰ Φρύγας αἱρέσεως ὑπερμαχοῦντα κεκινη μένος· ἐν ᾧ τῶν δι' ἐναντίας τὴν περὶ τὸ συντάττειν καινὰς γραφὰς προπέτειάν τε καὶ τόλμαν ἐπιστομίζων, τῶν τοῦ ἱεροῦ ἀποστόλου δεκατριῶν μόνων ἐπιστολῶν μνημονεύει, τὴν πρὸς Ἑβραίους μὴ συναριθμήσας ταῖς λοιπαῖς. 129QUAE SEQUUNTUR, EX PARVO LABYRINTHO SUMPTA SUNT, QUI VEL CAII, VEL ANONYMI SCRIPTORIS EJUSDEM AEVI EST.Φασὶ γὰρHaeretici τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι ταῦτα, ἃ νῦν οὗτοι λέγουσι· καὶ τετηρῆσθαι τὴν ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν Βίκτορος χρόνων, ὃς ἦν τρισ καιδέκατος ἀπὸ Πέτρου ἐν Ῥώμῃ ἐπίσκοπος· ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζεφυρίνου, παρακεχαράχθαι τὴν ἀλήθειαν. ἦν δ' ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί· καὶ ἀδελφῶν δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀλη θείας, καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν· λέγω δὲ Ἰουστίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ Χριστός. τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, Θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν Χριστόν; Ψαλμοὶ δὲ ὅσοι καὶ ᾠδαὶ ἀδελφῶν ἀπ' ἀρχῆς 130 ὑπὸ πιστῶν γραφεῖσαι, τὸν λόγον τοῦ Θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολογοῦντες. πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγ γελλομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἐνδέχεται τοὺς μέχρι Βίκτορος οὕτως ὡς οὗτοι λέγουσι κεκηρυ χέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος καταψεύ δεσθαι· ἀκριβῶς εἰδότες, ὅτι Βίκτωρ τὸν σκυτέα Θεό δοτον τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινωνίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν. εἰ γὰρ Βίκτωρ κατ' αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεόδοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν;