Fragmenta in epistulam ad Galatas
Gal 3, Λέγει τοίνυν ὅτι Μωϋσῆς μὲν ἐμεσίτευσε πρὸς τὴν δόσιν τοῦ νόμου, ἀλλ' ἑνὶ μόνον ἐμεσίτευσεν ἔθνει· δεῖ δὲ τὸν ὡς ἀληθῶς μέλλοντα μεσιτεύειν πρὸς τὸν τῶν ἁπάντων ἐθνῶν ἕνα θεόν, οὐχ ὑπὲρ ἑνὸς ἔθνους ἀλλ' ὑπὲρ πάντων κοινῇ τὴν μεσιτείαν ποιήσασθαι, ἐπειδὴ καὶ πάντων ἐθνῶν εἷς ἐστι θεός. εἴη δ' ἂν οὗτος οὐ ψιλὸς ἄνθρωπος οἷος ὁ Μωϋσῆς, ἀλλὰ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, θεός τε ὢν ἀληθῶς ὁ αὐτὸς ἅμα καὶ ἄνθρωπος ἀληθῶς, καὶ τῇ συγγενείᾳ τῇ πρὸς ἑκάτερον εἰς ἓν συνάγων ἐν ἑαυτῷ τὰ ἑκάτερα· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. {Gal 3,21} Οὐ τοίνυν ἐνδεχόμενον ἀλλ' οὐδὲ εὔλογον ἐπ' ἀναιρέσει τῶν εὐλογιῶν δεδόσθαι φάναι τὸν νόμον. {Gal 3,23}Ἐπειδὴ τοίνυν, φησίν, οὐκ ἐξ ἀρχῆς ἀλλ' ὕστερον. χάριτι τῆς δικαιώσεως ἡμᾶς ἦν θεῷ δοκοῦν ἀπολαῦσαι, εἰκότως τέως νόμοις ἡ φύσις ἡμῶν περιετειχίζετο κωλυομένη τε καὶ ἀναχαιτιζομένη πρὸς ἑκάστης ἁμαρτίας ἐνέργειαν, ἵνα εἰς τὴν διὰ πίστεως ἀναπεταννυμένην δικαίωσιν εὐτρεπεῖς ἐκ τοῦ φρουρίου τοῦ κατὰ νόμον ἀπολυθείημεν.
4{Gal 4,3} Ἐν τάξει τῶν ἐπιτρόπων καὶ οἰκονόμων τῶν τοὺς ἀτελεῖς τῇ
ἡλικίᾳ πρὸς τὸ συμφέρον παιδαγωγούντων ἔλαβε τὰ στοιχεῖα τοῦ κόσμου οἷς ἦμεν διὰ τὸ τῆς γνώσεως ἀτελὲς συμφερόντως δεδουλωμένοι. οὐκ ἄν, ὡς οἶμαι, ἥλιον καὶ σελήνην ἔλαβεν εἰς τάξιν τῶν ἐπιτρόπων διὰ τὸ ἀσύμφορον εἶναι τὴν εἰς ταῦτα ὑποταγήν, ἀλλὰ στοιχεῖά φησι τοῦ κόσμου ἢ τὸν στοιχειώδη εἰσαγωγικὸν νόμον· καὶ γὰρ τοῖς ἐξ Ἰουδαίων πιστοῖς ἔγραφεν, καὶ δηλοῖ τά τε μικρὸν ἀνωτέρω εἰρημένα καὶ τὸ ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. ἢ στοιχεῖα καλεῖ ἡμέρας, ὕδωρ, πῦρ ὧν ἦσαν ἐκ τοῦ εἰς δουλείαν ὑπαγαγόντος νόμου αἱ παρατηρήσεις· ἡμερῶν μὲν ἔν τε σαββάτοις καὶ νουμηνίαις καὶ περιτομαῖς, ὕδατος δὲ ἐν ταῖς σωματικαῖς ἁγνείαις καὶ βαπτισμοῖς, πυρὸς δὲ ἐν τῷ μὴ ἀνακαίειν πῦρ ἐν τοῖς σαββάτοις ἀλλ' ἕωλα ἐσθίειν. ὅρα δὲ τί εἶπεν εἰς τοῦτο ξένον ὁ Εὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς Εὐαγγελικῆς ἀποδείξεως.{Gal 4,171} Οὐκ ἐπ' ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν ἀσπάζονται, ἀλλ' ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν ἕπεσθαι, πρὸς ὑμετέραν ἀπάτην τὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται.