Fragmenta in epistulam ad Hebraeos
Hebr 1,12 Τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωϋσέα καὶ τοὺς καθ' ἑξῆς. διαφόρως οὖν, φησί, καὶ καταλλήλως ἑκάστῳ καιρῷ τοῖς ἡμετέροις προγόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας θεός, τοῦ παντὸς ἤδη χρόνου συμπληρουμένου λελάληκεν ἡμῖν ἐν υἱῷ, τοῦτ' ἔστι νόμοις 421 πρότερον τὸ γένος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσιν δικαιοσύνης τε καὶ θεογνωσίας διὰ τῶν ἑαυτοῦ δούλων παιδαγωγήσας, τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν τῷ Χριστῷ καὶ τῇ κατ' αὐτὸν οἰκονομίᾳ τὴν τούτων ἡμᾶς αὐτοτελῆ χάριν ἐυηγγελίσατο. λέγει δὲ τὴν μετὰ τὸν σταυρὸν διὰ τῆς ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶ ἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκατάστασιν. {Hebr 1,3} ∆όξαν μὲν εὐφήμως κέκληκε τὸν πατέρα, ἀπαύγασμα δὲ τὸν υἱόν, διδάσκων ἐκ παραδείγματος ἐκ πατρός τε αὐτὸν εἶναι καὶ συναΐδιον τῷ πατρί· τοιοῦτον γὰρ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου τε ὂν καὶ συνυπάρχον αὐτῷ. οὐκοῦν ἂν ἥλιον εἴποι τις οὔποτε τοῦ οἰκείου πρεσβύτερον ἀπαυγάσματος. ἔφη δὲ αὐτὸ δίχα τῆς πατρὸς συλλαβῆς κατὰ τὸ ἰδίωμα τῆς γραφῆς.
{Hebr 5,8} Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον
ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν. πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινός, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ' ὧν εἴρηκεν λόγους, τοῦτ' ἔστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξε κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν.
{Hebr. 6,1} Μεθυπέρβατος ἡ ῥῆσίς ἐστιν· τὸ γὰρ διδαχῆς διὰ μέσου πρὸς ἅπαν
τὸ παρεγκείμενον ἀποδέδοται, καί ἐστιν ἡ κατὰ τὸν νοῦν αὐτῆς αὕτη συνθήκη· μὴ πάλιν θεμέλιον καταβαλλόμενοι διδαχῆς, εἶθ' οὕτως τὰ καθ' ἐξῆς ἐν ἀπαριθμήσει δηλούμενα περὶ ὧν τῆς διδαχῆς ὁ θεμέλιος. βούλεται δὲ εἰπεῖν, ὅτι τοῖς νῦν πρῶτον προσϊοῦσι τῇ πίστει τὴν περὶ τούτων διδασκαλίαν οἱονεὶ θεμέλιον προκαταβαλλόμεθα, μετανοεῖν μὲν ἀπὸ τῶν νεκροποιῶν ἔργων εἰκότως πρῶτον αὐτοὺς προτρεπόμενοι, μετανοοῦντας δὲ πιστεύειν ἐπὶ θεόν, πιστεύοντας δὲ βαπτίζεσθαι, βαπτιζομένους δὲ τῇ τῶν ἱερατικῶν χειρῶν ὑποταγῆναι αὐτοὺς ἐπιθέσει πρὸς μετουσίαν τοῦ πνεύματος, τούτου δὲ μετασχόντας περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως μηκέτι διαπιστεῖν, ἀναστησομένους δὲ καὶ αὖθις ἀναβιωσομένους ἔσεσθαι κρίσιν εἰδέναι, καὶ 422 διηνεκῆ καὶ δικαίαν καὶ ὧν ἐνταῦθα βεβιώκαμεν τὴν ἀντίδοσιν περιμένειν.
{Hebr. 9,2} Καθ' ἕνα μὲν οὖν λόγον οἶμαι τὴν μὲν λυχνίαν, ὡς εἴρηται, τὸ ἐκ
τῶν αἰσθητῶν τούτων ἀστέρων αἰνίττεσθαι φῶς, τὴν τράπεζαν δὲ τὴν γῆν, τὴν δὲ πρόθεσιν τῶν ἄρτων τὴν ἐκ τῆς γῆς τῶν ἡμῖν ἐπιτηδείων ἀνάδοσιν.