Heraclias
̔Ηρακλειάς
1 Ἀγαλλιάσθω πᾶς χορὸς τῶν ἀστέρων τὸν ἀστρόδουλον δεικνύων πεπτωκότα καὶ τὴν ἑαυτοῦ πτῶσιν ἠγνοηκότα· οὐκ ἔστεγεν γὰρ ἡ κτίσις τιμωμένη κἂν δυσσεβηθεὶς ὁ Κτίσας ἠνείχετο. νῦν πανσέληνος ἡ σελήνη λαμπέτω τοῦ Χοσρόου λήγοντος ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. καὶ νῦν ὁ τρισμέγιστος ἡλίου πόλος, λούσας ἑαυτὸν τῇ καθάρσει τῶν φόνων, βοᾷ, λαλεῖ σοι τὴν σφαγὴν τοῦ Χοσρόου, θεοῦ βεβήλους ἐκφυγὼν ὑποψίας. σκίρτησον αἰθήρ· ὁ κρατῶν Περσοκράτης ὁ πυρσολάτρης ἐζοφώθη Χοσρόης. πάλιν κάμινος Περσικὴ καὶ δευτέρα δροσίζεται φλὸξ <τῷ> ∆ανιὴλ τῷ δευτέρῳ, ἀνωφερὴς δὲ καίπερ οὖσα τὴν φύσιν χεῖται κατ' αὐτῶν καὶ διώκει καὶ φλέγει τοὺς τὴν πονηρὰν ἐκπυρώσαντας φλόγα· πάλιν λεόντων ἠγριωμένων στόμα εἰς γῆν δι' ὑμῶν Περσικὴν ἀνεφράγη· πάλιν παροινεῖ δυσσεβῶς ὁ Χοσρόης καὶ πῦρ θεουργεῖ καὶ θεὸς φαντάζεται, ἕως σὺν αὐτῷ καὶ τὸ πῦρ ὑπερβράσαν σὺν τῷ θεουργήσαντι συγκατεφθάρη· πάλιν παροινεῖ καὶ μεταίρει τὴν κτίσιν Ξέρξῃ τε τῷ πρὶν ἀντερίζει καὶ θέλει πῇ μὲν πετρῶσαι τὸν βυθὸν τοῖς λειψάνοις, πῇ δ' αὖ γε τὴν γῆν κυματῶσαι τοῖς λύθροις· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει καὶ τὸν πρὸ πάντων εἰκονίζει Βαλτάσαρ χραίνων τὰ θεῖα τῷ μολυσμῷ τῆς μέθης, ἕως κατ' αὐτοῦ δάκτυλος θεηγόρος τῇ δεξιᾷ σου χρώμενος χειρογράφῳ ψήφου μελαίνης ἐξεφώνησε κρίσιν. λήγουσι λοιπὸν αἱ βροχαὶ τῶν αἱμάτων, φεύγει τὸ ῥεῦμα τῶν ἀειρρύτων φόνων, ἡ γῆ βιαίοις οὐκ ἐνοχλεῖται τάφοις, θάλαττα λύθρων οὐ μιαίνεται χύσει· τῶν αἰχμαλώτων οὐ βρύει τὸ δάκρυον, ἀργεῖ τὸ λοιπὸν ἡ πλοκὴ τῆς ἀγχόνης, οὐδεὶς μετ' ὄξους ἐκκενώσας αἰθάλην τὴν ῥῖνα ποιεῖν ἐκβιάζεται στόμα· τὰ δένδρα νεκροῖς οὐ βαρεῖται φορτίοις, ἄπους, ἄχειρος οὐ βαρεῖ τὸν αὐχένα· πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις· οὐδεὶς ἀμοιβὴν συμφορᾶς ἀντιστρόφου τὴν χεῖρα κιχρᾷ τῶν ποδῶν ἀντεργάτιν· ἀλλ' οὐρανὸς γῆ πῦρ ὕδωρ ἀὴρ νέφη καὶ πᾶς ὁ κόσμος τῶν ἄνω καὶ τῶν κάτω κροτεῖ σὺν ἡμῖν τοῦ Θεοῦ τὰ σκέμματα ἑνὸς πεσόντος καὶ σεσωσμένων ὅλων. νῦν τὸν πυραυγῆ Χοσρόης Ἑωσφόρον ἔγνω ζοφώδη, καὶ πλάνητας οὐκ ἔχει<ν> τοὺς ἑπτά φησιν, ἀλλ' ὅλους τοὺς ἀστέρας· νῦν πάντας αὐτοὺς ἐμπεσὼν τῷ Ταρτάρῳ βλέπει σκοτεινοὺς ἐξ ἀνάγκης Ἑσπέρους καὶ τῆς ἐπ' αὐτοῖς ἀστοχήσας ἐλπίδος οὓς ζῶν ἐτίμα, δυσσεβεῖ τεθαμμένος. ποῦ νῦν ὁ λῆρος τῶν ἀεισφαλῶν μάγων; ποῦ τῶν ἐν ἄστροις ὀργίων τὰ σκέμματα; ποῖος πεσόντα Χοσρόην ὡροσκόπει; πάντως ἔδοξεν ἐμπεσεῖν τῷ τοῦ Κρόνου· τέκνου γὰρ ὁρμαῖς ὁ σφαγεὺς ἀνῃρέθη. Ὅμηρε, τὸν πρὶν μηδαμῶς Ἡρακλέα θεὸν προσειπεῖν ἀξιώσῃς ἀσκόπως· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων πεπνιγμένος; θαύμαζε μᾶλλον ὡς ἐν ἀνθρώποις ἕνα τὸν κοσμορύστην εὐλόγως Ἡρακλέα. κατῆλθεν οὗτος ἄχρι τῆς Ἅιδου θύρας, τὴν λύτταν ἦγξε τοῦ κυνὸς τοῦ παμφάγου, Ἄλκηστιν ἐξήγειρε τὴν οἰκουμένην, ἀνεῖλε τὸν δράκοντα τὸν μιαιφόνον καθεῖλεν ὕδραν μυριαύχενον βλάβην, ῥυπῶντα τὸν πρὶν ἐξεκόπρωσεν βίον, ἔπνιξε τὸν λέοντα τὸν κοσμοφθόρον, καὶ νῦν προῆλθεν Ἡρακλῆς τῷ πράγματι λαβὼν τὰ χρυσᾶ μῆλα, τὰς πόλεις ὅλας. παρῆλθε πηγὴ τῆς ἀφεγγοῦς ἑσπέρας, τὸ φῶς ὑπέστη καὶ διέστη τὸ σκότος· καὶ δεύτερος νῦν κοσμοποιεῖται βίος καὶ κόσμος ἄλλος καὶ νεωτέρα κτίσις. καὶ νῦν ὁ Νῶε τῆς νέας οἰκουμένης κιβωτὸν εὗρε τὴν ἑαυτοῦ καρδίαν, καὶ πᾶσαν ἔνδον ἐντεθεικὼς τὴν φύσιν ἀφῆκεν αὐτὴν εἰς ἔνοπλα τάγματα <ἐπὶ> τῷ κατακλυσμῷ Χοσρόου φρουρουμένην· σχεδὸν γὰρ εἰπεῖν πᾶσα σὰρξ διεφθάρη ἐκ τῆς χυθείσης παγγενοῦς ἁμαρτίας, ἕως ἐλαίας ἠμελημένης