1

 2

1

Epitaphius in Irenam imperatricem

Στίχοι τοῦ μεγάλου λογαριαστοῦ ἐπιτύμβιοι εἰς τὴν δέσποιναν Κομνηνὴν κυρὰν Εἰρήνην.

Ἐμὸν βλέπων ἐνταῦθα τάφον, ὦ ξένε, Μὴ παροδεύσῃς τοῦτον ὡς κοινὸν

τάφον, Κρύπτει γὰρ ἔνδον οὐκ ἀνώνυμον νέκυν, Οὐ τὴν τύχην ἄδοξον, οὐ τὴν ἀξίαν, Οὐ τῶν ἀφανῶν οὐδὲ τῶν ἐρριμμένων. Ἀλλὰ μαθὼν ἥτις τε κἀκ τίνων ἔφυν, ∆άκρυσον, εἴ τι δακρύων μέτεστί σοι, Καὶ τὸν βροτῶν πένθησον ἀδρανῆ βίον, Μηδὲν σκιᾶς δοκοῦντά τι πλέον φέρειν Καὶ τῶν ἐν ὕπνοις νυκτέρων φαντασμάτων. Ὁ σήμερον γὰρ ζῶν τε καὶ μέγα πνέων Καὶ ταῖς μεγίσταις ἀξίαις διαπρέπων Ὥρᾳ τε λαμπρὸς καὶ περίβλεπτος γένει Φθίνει θανὼν αὔριον ὥσπερ τις χλόη, Ὡς ξηρά τις ἄγρωστις, ἡ γραφὴ γράφει. Τοίνυν ἐμῶν ἄκουε συμπαθῶς λόγων Καὶ πρόσχες, εἴ τις ἀκοὴ πρόσεστί σοι. Ἐγὼ βασιλὶς Ῥωμαΐδος τῆς νέας, Προπατορικὸν εὐτυχοῦσα τὸ κράτος Καὶ τοῦ γένους αὔχημα τὴν ἁλουργίδα, Τῆς ἱερᾶς μαίευμα πορφύρας ἔφυν Καὶ φίλον ἐκλόχευμα τῶν ἀνακτόρων. Ὁ μητροπάτωρ βασιλεὺς γῆς Αὐσόνων, Ἀλέξιος Αὔγουστος Κομνηνῶν γένους· Πατὴρ δὲ λαμπρὸς καὶ γένος καὶ τὴν τύχην, Θεόδωρος Λάσκαρις, οὗ θρύλλος μέγας Καὶ σεμνὸν εὖχος καὶ πολύζηλα κλέα Ἐν ἀρεϊκαῖς συμπλοκαῖς τε καὶ νίκαις Καὶ τοῖς κατ' ἐχθρῶν ἀνδρικοῖς παλαίσμασιν. Ἐκ μητρικῆς δὲ νηδύος καὶ τοῦ τόκου Ἔλαχον εὐθὺς τοῦ κράτους τὰς ἐγγύας Καὶ βασιλικοῖς ἐστολίσθην συμβόλοις, Καὶ τοῦ στέφους κληροῦχος ὡς καὶ τοῦ κράτους Ἐκ τῶν βρεφικῶν ἐγκατέστην σπαργάνων. Εἶτα φθάσασα τὸν νεανίδος χρόνον Κοινωνὸν ἔσχον καὶ λέχους καὶ τοῦ κράτους, Καλὸν μὲν ἰδεῖν, εὐγενῆ δὲ τὴν θέαν, Ἀνακτοφυοῦς ἐκ φυλῆς προηγμένον Τῆς δουκογενοῦς βασιλίδος ὀσφύος, Τὸν ἀνδρικὸν καὶ πρᾶον ὡς ∆αυὶδ νέον Καὶ βριαρὸν τὴν χεῖρα Σαμψὼν ὡς νέον. Τούτῳ συνήφθην ἅμα κοινὸν εἰς λέχος Νέα νέῳ τε γαμικῶς συνεπλάκην, Καὶ συνανεκράθημεν εἰς φύην μίαν Γάμου τε δεσμοῖς ἀλλὰ καὶ πόθου πλέον. ∆εσμὸς γάμου συνῆψεν εἰς συσσαρκίαν, Ὁ δ' αὖ πόθος συνῆψεν εἰς συμψυχίαν. Ἔστεργον αὐτόν, ἀλλ' ἐστεργόμην πλέον, Ἔτερπον αὖθις, ἀλλ' ἐτερπόμην πλέον. Αὐτὸς πνοή μοι καὶ γλυκὺ φῶς ὀμμάτων, Ἐγὼ πνοῆς γλύκιον αὐτῷ καὶ φάους Καὶ καρδίας ἥδυσμα καὶ φρένος γάνος, Καὶ ζεῦγος ἦμεν καλλοναῖς πάσαις βρύον, Ὅσαι ψυχὴν καὶ σῶμα κοσμοῦσιν ἅμα. Οὔπω παρηγγείλαμεν εἰς δείλην βίου, Οὔπω παρακμῆς εἶδεν ἡμᾶς ὁ χρόνος, Ἄνθους δὲ καιρὸς εἶχεν ὡς δὲ καὶ χλόης, Θάλλοντας εὐθηνοῦντας ἀγαθῶν χύσει. Οὐδὲν γὰρ ἀπῆν τῶν καλῶν τῶν ἐν βίῳ, Ὅσα κρατούντων ἡδύνουσι καρδίας Καὶ κῦδος αὐτοῖς προξενοῦσι καὶ κλέος· Πάντα δὲ παρῆν δαψιλῶς καὶ πλησμίως, Νῖκαι κατ' ἐχθρῶν, εὐτυχεῖς στρατηγίαι, Κράτους πλατυσμὸς καὶ κατάσχεσις πλάτους. Ὑπὲρ τὸν Ἑλλήσποντον ἤρθη τὸ κράτος, Εἰς Εὐρώπην ἔφθασεν ἐκ τῆς Ἀσίας Καὶ τὴν Θρᾳκῶν ἐπέσχε καὶ Μακεδόνων Καὶ τῶν πυλῶν ἔψαυσε τῆς Κωνσταντίνου. Ἀνδραποδισμὸς Ἰταλῶν καὶ ζωγρία Καὶ συνεχῆ λάφυρα τούτων καὶ σκῦλα Καὶ παντελὴς δίωξις ἐκ γῆς Αὐσόνων, Ἐκ τοῦ πρὸς ἀνίσχοντα φωσφόρου κλίτους Κἀκ τοῦ δυτικοῦ καὶ πρὸς Εὐρώπην μέρους· Οὐ νῆσος οὐκ ἤπειρος αὐτοῖς εἰς λάχος, Φρούριον αὐτοῖς ἡ Κωνσταντίνου μόνη. Ἀλλ' ἦλθεν αἴφνης φεῦ τὸ θανάτου ξίφος Ἄελπτον ἀδόκητον ὥσπερ ἐκ λόχου, Καί με πρὸ ὥρας ἐκθερίζει τοῦ βίου· Οὐκ ἔσχε φειδὼ τῆς ἐμῆς ἡλικίας, Οὐ τὴν ἄωρον ἐκτομὴν ὑπεστάλη, Ἀνθοῦσαν ἐξέκοψεν ὡς ὠμὸν στάχυν Πρόρριζον ἀνέσπασεν ὡς φθιτὸν φθίνον. Τὸ καρτερικὸν ἐν μάχαις τοῦ συζύγου, Τὸ δ' αὖ περιδέξιον εἰς δεινῶν λύσιν Ἤλεγξεν οἴμοι τοῦ πάθους ἡ στερρότης· Ἀργὸν γὰρ αὐτῷ πᾶν ξίφος καὶ πᾶν δόρυ