1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

1

Historia in brevius redacta

ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΥ ΛΟΓΟΘΕΤΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΠΟΙΗΜΑ ΧΡΟΝΙΚΟΝ ΗΜΙΤΕΛΕΣ.

1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγγρα ψάμενοι διωρίσαντο, καὶ

ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτα ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τί γὰρ ἂν καὶ εὕροιμεν καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν κα λὸν τῆς ἱστορίας ἀποφηναμένων ἐν τοῖς σφετέροις συγγράμ μασι; τάχα δέ, ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμένοις ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς προβαλούμεθα. τὸ δέ ἐστιν ὅτι καινοτέρων ἡμῖν προκει μένων πραγμάτων, ἃ μήπω τις γραφῇ παραδέδωκε, καινό τερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει τῶν ἀνθρώπων γεγενημένων ἅπερ ὁ χύδην ῥέων λόγος οὐκ ἀληθῶς ἀποφαίνεται. οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς ἱστορικῶς συγγραψάμενοι ἄλλην ἄλλος πεποίηνται τὴν ἀρχήν· οἱ μὲν γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ ἐξ ἀξιολόγου τινὸς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν τῶν ἐθνῶν, ἕκαστος πρὸς τὸν ἑαυτοῦ σκοπὸν τὸ οἰκεῖον καταρτιζόμενος σύγγραμμα. καὶ ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. τὰ μὲν γὰρ ἀπ' ἀρχῆς γεγενημένα τῆς τοῦ κόσμου γενέσεως πολλοῖς τε πολλάκις ἐξιστορήθη, οὐ χρὴ δὲ λέγειν καὶ εἰ πρὸς ἀλλήλους οἱ πλείους ἠναντιοφώνησαν τὰ τῶν βασιλέων συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ πολέμων συρρήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἥττας καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ' ἡμᾶς. πολυσχιδῶν γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν ἐνεργούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι τοῦ ἀληθοῦς παντάπασι γενήσεται ἡ ἐπίτευξις. ἐκ τοῦ μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα τὸν ἐξιστοροῦντα παραλήψεσθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθε λήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερματίοις ἐλλυ μαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. οὔτε γοῦν πρὸς χάριν οὔτε πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα, ἀλλ' ἱστορίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ χρόνος οἶδε γεννᾶν, παραδοθῆναι τὰ ὑπό τινων γεγενημένα, εἴτ' ἀγαθὰ εἴτε φαῦλα τυγχάνοιεν. ἀρχὴ δὲ ἡμῖν γενέσθω ἡ τῆς Κωνσταντινουπόλεως ἅλωσις, οὕτω τοι περιφανὴς καὶ γνώριμος σύμπασιν οὖσα, ὡς μηδὲ ἓν εἶναι τῶν ἐθνῶν ὃ μὴ ταύτην ἐγνώρισεν.

2 Ἀλεξίου τοῦ Ἀγγέλου τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντίνου ἐξ εστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον καί οἱ τὰς ὄψεις ἐπήρωσεν. ὑπῆρχε δὲ τῷ Ἰσαακίῳ υἱός, ὃς δυσανασχετήσας τῇ τοῦ πατρὸς παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, πατρικὴν ἐκδίκησιν ἐπιζητῶν. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συναχθῆναι-οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δ' ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι, καὶ ἐξ ἄλ λων ἄλλοι, καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος· ἦν δὲ ὁ τού τους συναθροίσας ὁ πάπας, ὃς ταῖς παρακλήσεσι τοῦ παι δὸς καταδυσωπηθείς, μᾶλλον δὲ ταῖς ὑποσχέσεσιν-ἐτύγ χανον γὰρ ἁδραί-παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκειμένης ἐκνεύ σαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀναλώματά τε παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀναλώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν οὖν οὗτοι τριήρεσι καὶ ναυσὶ κοίλαις. ἐπεὶ δὲ τῇ Κων σταντίνου